30
πρὸς Μωϋσῆν "βάδισον πρὸς Φαραώ, καὶ ἐξελεύσεται μετά σου εἰς τὸν ποταμόν, καὶ τύψον τῇ ῥάβδῳ σου τὰ ὕδατα τοῦ ποταμοῦ, καὶ μεταβαλεῖς αὐτὰ εἰς αἷμα." καὶ τούτου γενομένου μετεβλήθη πάντα τὰ ὕδατα εἰς αἷμα, καὶ ἀπέθανον οἱ ἐν τῷ ποταμῷ ἰχθύες, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ οἱ Αἰγύπτιοι, ὅτι πάντα τὰ ὕδατα μετεστράφη εἰς αἷμα. ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμα κείαις αὐτῶν ὡσαύτως· ἐσκληρύνθη δὲ ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. καὶ μετὰ ἑπτὰ ἡμέρας παρακληθεὶς Μωϋσῆς ὑπὸ τοῦ Φαραὼ προσηύξατο, καὶ πάλιν ἐγένετο τὰ ὕδατα καθαρά. καὶ λέγει Μωϋσῆς τῷ Φαραώ "ἰδού, εἶδες τὴν τοῦ θεοῦ Ἰσραὴλ δύναμιν· ἀπόλυσον τὸν λαόν, ἵνα λατρεύσωμεν τῷ θεῷ." ὁ δὲ Φαραὼ συντασσόμενος ἀνεβάλλετο. καὶ ηὔξατο Μωϋσῆς πρὸς τὸν θεὸν πέμψαι πληγὰς τοῖς Αἰγυπτίοις, ἵνα ἀναγκασθῇ Φαραὼ ἀπολῦσαι τὸν Ἰσραήλ. καὶ ἔπεμψε κύριος ὁ θεὸς τοῖς Αἰγυπτίοις τὴν δεκάπληγον ὀργήν, ὥστε παρακαλέσαι τὸν Μωϋσέα καὶ εἰπεῖν αὐτῷ "εὖξαι τῷ θεῷ σου, ἵνα ῥυσθῇ ἡ χώρα αὕτη τῶν τοσού των κακῶν· καὶ ζῇ κύριος ὁ θεός σου, οὐ κωλύσω σε λαβεῖν τὸν λαόν σου τὸν Ἰσραὴλ εἰς τὸ λατρεῦσαι ὑμᾶς αὐτῷ." ὁ δὲ Φαραὼ ἀπελθὼν ἐν Μέμφει εἰς τὸ περιβόητον μαντεῖον, καὶ λαβὼν τὸν προρρηθέντα χρησμὸν καὶ ὑποστρέψας εὐθέως ἀπέλυσε τὸν 1.85 Ἰσραὴλ μετὰ Μωϋσέως καὶ Ἀαρών. ἔλαβε δὲ ὁ λαὸς ἐν χρήσει ἀπὸ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν πο λύν. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς μετεμελήθη Φαραώ, καὶ κατε δίωξεν ὀπίσω αὐτῶν μετὰ τῶν ἁρμάτων αὐτοῦ, καὶ κατέλαβεν αὐτοὺς παρὰ τὴν ἐρυθρὰν θάλασσαν. οὓς θεασάμενοι οἱ Ἰσραη λῖται ἀνεβόησαν πρὸς τὸν θεόν. καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ Μωϋσῆς ἔπληξε τὴν θάλασσαν ῥάβδῳ, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διέβη πᾶς ὁ λαὸς ὡς διὰ ξηρᾶς. ὄπισθεν δὲ τούτου εἰσῆλθον καὶ οἱ Αἰγύπτιοι πάντες ἅμα τῷ Φαραὼ μετὰ τῶν ἁρμάτων αὐ τῶν. ἰδόντες δὲ αὐτοὺς οἱ Ἰσραηλῖται διερχομένους φόβῳ συνε σχέθησαν ἀπείρῳ. ὁ δὲ Μωϋσῆς ἐκτείνας τὴν ῥάβδον αὐτοῦ ἐπι στρεπτικῶς ἀποκατέστησε τὸ ὕδωρ εἰς τὸν τόπον αὐτοῦ. καὶ ἔφυ γον πάντες οἱ Αἰγύπτιοι ὑπὸ τὸ ὕδωρ, μηδενὸς ὑπολειφθέντος. ὅπερ θεασάμενοι οἱ Ἰσραηλῖται τὸν ῥυσάμενον αὐτοὺς θεὸν ἐδοξο λόγουν, προηγουμένων τοῦ Μωϋσέως καὶ τοῦ Ἀαρών, καὶ λεγόν των "ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται," ἐφεπομένης τῆς ἀδελφῆς αὐτῶν Μαρίας μετὰ τῶν γυναικῶν, καὶ ἀνακρουο μένης τὸ τύμπανον. Ὅτι ἐν τῇ λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῷ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋσῆς ὑπὸ τῆς βασιλίσσης· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστρά φησαν ὃν τρόπον τὰ βρέφη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνι γον, χιλίων ἀνδρῶν ἀποπνιγέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ' ἑνὸς 1.86 βρέφους Ἰσραηλιτικοῦ. αὐτὸν δὲ τὸν Μωϋσῆν εἰς τὸ βασιλικὸν γένος εἰσεποιήσατο ἡ θυγάτηρ Φαραώ, οὐ μέντοι ἀνῆκε τῆς ἐπι ταγείσης ἐργασίας τοὺς Ἰσραηλίτας. ἀνδρωθέντος δὲ τοῦ Μωϋ σέως ὑπερβάντες Αἰθίοπες τὸν Ἰνδὸν ποταμὸν δεινῶς τὴν Αἴγυ πτον ἐληίζοντο, ὡς τὰς πόλεις σχεδὸν πάσας ἀνατρέψαι καὶ τὸν στρατὸν αὐτῆς ἀφανίσαι καὶ τοὺς στρατηγοὺς ἀποσφάξαι. ἔμειναν οὖν Αἰγυπτίοις πολεμοῦντες ἐπὶ ἔτη πέντε. ἐν ἀπορίᾳ γοῦν πολλῇ καταστάντες Αἰγύπτιοι χρησμεύονται ὡς τῷ Μωϋσῇ τὴν στρατη γίαν ἐγχειρίσαι, καὶ παρακαλοῦσι τὴν Θέρμουθιν ἐπιτρέψαι αὐτῷ τὴν στρατηγίαν· ἡ δ' ὠνείδιζεν αὐτοὺς καὶ κακοὺς ἀπέφαινε σὺν τοῖς ἱερογραμματεῦσιν εἰς θάνατον ἐπιβουλεῦσαι τῷ παιδὶ βουλη θέντας· ὅμως ὡς ὑπὲρ πατρίδος πολεμήσαντα ἐξαπέστειλεν, ἀσμε νέστατα τοῦ παιδὸς δεξαμένου τὴν ἐπιταγὴν καὶ μηδὲν ἀγωνιάσαν τος. ηὐξήθη γὰρ πάσῃ ἀρετῇ κοσμηθεὶς καὶ παιδευθεὶς πᾶσαν σοφίαν Αἰγυπτίων, ὡς βασιλέως υἱὸς καὶ φύσιν ἔχων δεξιάν, ἀν δρεῖός τε ἐν τοῖς πολέμοις. ὃς τριακοντούτης τυγχάνων τοιοῦτον πόλεμον ἀνεδέξατο· καὶ ἐπὶ δέκα ἔτη ἐσχάτως τοὺς Αἰθίοπας πολεμήσας καὶ Αἰθιοπίαν πᾶσαν ἀφανίσας, τήν τε Σαβὰ