31
μητρό πολιν βασιλεύουσαν Αἰθιόπων παραλαβών, τὴν Αἴγυπτον ἐλευθε ροῖ πάσης πολεμικῆς ἐπιβουλῆς. ἐντεῦθεν ἄρχεται αὐτῷ ὁ φθόνος παρ' Αἰγυπτίοις, ἐξαιρέτως δὲ αὐτῷ παρὰ τῷ Χενεφρῇ· ἐν τού τοις γὰρ τετελευτήκει ὁ Παλμανώθης καὶ ἡ Θέρμουθις. καὶ τοί 1.87 νυν ἐπιβουλεύεται αὐτῷ ποικίλως βασκαίνων, Χαναθώθῃ δὲ ἐπι τρέπει τὴν τοῦ Μωϋσέως σφαγήν· ἣν γνοὺς Μωϋσῆς ἀναιρεῖ αὐ τόν, καὶ οὕτω φεύγει διὰ τῆς ἐρήμου εἰς τὴν Ἀρραβίαν πρὸς Ἰοθόρι τὸν καὶ Ῥαγουήλ, καὶ ἔλαβεν αὐτοῦ τὴν θυγατέρα πρὸς γά μον, ἐξ ἧς ἐπαιδοποίησε τὸν Ἰηρσὰμ καὶ τὸν Ἐλεάζαρ. Μωϋσῆς δὲ ὢν ἐν Αἰγύπτῳ κτίζει πόλεις δύο ἐπ' ὀνόματι τῆς μητρὸς αὐτοῦ τῆς βασιλίσσης
. Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων· νόμους δὲ πρῶτον Μωϋσῆς γράφει τοῖς Ἰουδαίοις. καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδα σκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου καὶ τοῦ πρώτου ἀνθρώπου καὶ τῶν μετ' ἐκεῖνον, καὶ τοῦ κατακλυσμοῦ, καὶ τῆς συγχύσεως καὶ ποικιλίας τῶν γλωσσῶν, καὶ τῶν περὶ τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν μέχρις αὐτοῦ χρόνων, καὶ περὶ τῆς νομοθεσίας τῆς μελλούσης παρ' αὐτοῦ δίδοσθαι τῷ Ἰουδαίων ἔθνει, καὶ τὰς τῶν ἄστρων θέσεις καὶ τὰ στοιχεῖα καὶ ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ πᾶσαν σοφίαν, ὡς ἐν τῇ λεπτῇ Γενέσει κεῖται. καὶ ὅτι ἐν ρμδʹ ἔτει τῆς ἐν Αἰγύπτῳ δουλείας ἤρξαντο Αἰγύπτιοι δέχεσθαι τὴν δεκάπληγον. ἐν μηνὶ Ἰουνίῳ τὰ ὕδατα εἰς αἷμα μετεβλήθη, Ἰουλίῳ βάτραχοι, Αὐγούστῳ σκνῖπες, Σεπτεμβρίῳ κυνόμυια, Ὀκτωβρίῳ κτηνῶν πτῶσις, Νοεμβρίῳ 1.88 φλυκτίδες καὶ ἕλκη, ∆εκεμβρίῳ χάλαζα, Ἰανουαρίῳ ἀκρίς, Φε βρουαρίῳ σκότος ἡμέρας τρεῖς, Μαρτίῳ τὰ πρωτότοκα. τῇ ιδʹ τούτου τοῦ μηνὸς σκυλεύσαντες τοὺς Αἰγυπτίους ἐξῆλθον, προσ τάξει θεοῦ τοῦτο πεποιηκότες. μετὰ δὲ τὴν ἔξοδον Ἰοθὸρ ὁ πενθερὸς Μωϋσέως, λαβὼν Σεπφόραν τὴν γυναῖκα Μωϋσέως καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, κατέλαβε πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ ἔτι πολεμοῦντα τὸν Ἀμαλήκ. καὶ ἐν τῷ τρίτῳ μηνὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τὰ ἐν τῷ Σιναίῳ ὄρει νομοθετεῖται, καὶ ἡ δεκάλογος δίδοται Μωϋσῇ καὶ Ἀαρὼν καὶ παντὶ τῷ λαῷ. καὶ μετὰ τοῦτο πάλιν κελεύεται ὑπὸ τοῦ θεοῦ Μωϋσῆς μετὰ Ἰησοῦ ἀνελθεῖν ἐν τῷ ὄρει καὶ λαβεῖν τὰ πυξία γεγραμμένα, ἃ προενομοθέτησεν ὁ θεός. τότε καὶ τὸν τύπον τῆς σκηνῆς θεωρεῖ καὶ τὰ περὶ αὐτὴν πάντα. μοσχοποιεῖ δὲ ὁ λαός, καὶ συντρίβει Μωϋσῆς τὰς θεουρ γηθείσας πλάκας. εἶτα πάλιν κελεύεται λαξεῦσαι πλάκας καὶ ἀνελθεῖν ἐν τῷ ὄρει. καὶ ἰδοὺ ἡ δεκάλογος παρὰ θεοῦ τρίτον παραδέδοται, πρῶτον ἐπὶ τοῦ ὄρους Σινᾶ, ἡνίκα αἱ σάλπιγγες καὶ ὁ γνόφος, δεύτερον ἡνίκα τὸ παράδοξον τῆς σκηνῆς καὶ τὰ περὶ τὴν σκηνήν, τρίτον μετὰ τὴν μοσχοποιίαν. καὶ τότε γὰρ τεσσα ράκοντα ἡμέρας διέτριψεν ἐν τῷ ὄρει, ἄρτον μὴ φαγὼν μηδὲ ὕδωρ πιών· ἀλλὰ καὶ ἡ δόξα τοῦ προσώπου αὐτοῦ τότε ἐξέλαμ ψεν εἰς τὸν λαόν. Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ κε λευσθεὶς Μωϋσῆς ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τοὺς ἐξελθόντας ἐξ Αἰγύπτου, χωρὶς γυναικῶν παιδίων καὶ 1.89 τῆς Λευιτικῆς φυλῆς, εὗρε μυριάδας ἑξήκοντα καὶ τρισχιλίους πεντακοσίους πεντήκοντα, ἀπὸ τῶν εἰσελθόντων εἰς Αἴγυπτον οεʹ ψυχῶν, εἰς ἔτη σιεʹ. πάντες δὲ οὗτοι ἐν τῇ ἐρήμῳ διεφθάρησαν ποικίλως, οἱ μὲν διὰ βλασφημίαν, οἱ δὲ δι' εἰδωλολατρείαν, οἱ δὲ δι' ἀπιστίαν, ἐκτὸς Ἰησοῦ καὶ Χάλεβ. ἔζησε δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτη ἑκατὸν δέκα, ὁ δὲ τοῦ Ἰεφονῆ Χάλεβ ἔτη ἑκατὸν ἑξήκοντα. Ὅτι ἐν τῇ δευτέρᾳ ἐξαριθμήσει, ἡνίκα Μωϋσῆς καὶ Ἐλεά ζαρ ἠρίθμησαν τὸν λαόν, οὐχ εὑρέθη ἄνθρωπος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωϋσῆς καὶ Ἀαρὼν ἠρίθμησαν τὸν λαόν. γέγονε δὲ ἡ πρώτη ἀρίθμησις περὶ τὸ Σίναιον, ἡ δὲ δευτέρα παρὰ τὸν Ἰορδάνην. Ὅτι δεήσεις μεγάλας ποιησάμενος πρὸς