33
λαὸν αὐτοῦ, καὶ ἀποθανέτω, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλο γίας." καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καὶ ἐξ έδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ, ζήσας ἔτη ρκγʹ. καὶ ἔκλαυσεν αὐτὸν ὁ λαὸς ἡμέρας τριάκοντα. καὶ μετὰ ταῦτα εἶπε κύριος πρὸς Μωϋσῆν "ἀνάβηθι εἰς τὸ ὄρος Ναβᾶν, καὶ ἴδε τὴν γῆν ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, καὶ τελεύτα ἐκεῖ ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλο γίας Κάδδης." τοῦ δὲ Μωϋσέως πολλὰ καὶ πολλάκις δεηθέντος τοῦ θεοῦ περὶ τούτου, καὶ λέγοντος "διαβὰς οὖν, ὦ κύριε, τὸν Ἰορδάνην ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην," εἶπε κύριος πρὸς αὐ τόν "ἱκανούσθω σοι. ὅρα μὴ προσέλθῃς μοι ἔτι περὶ τούτου λα λῆσαι, ἀλλ' ἰδὼν τὴν ἀγαθὴν γῆν τοῖς ὀφθαλμοῖς σου τελεύτα." καὶ γράψας ἐκ προστάγματος κυρίου τὴν μεγάλην ᾠδήν, καὶ ἐπι θεὶς τὰς χεῖρας ἐπὶ Ἰησοῦν τοῦ Ναυῆ εἰς τὸ διαδέξασθαι αὐτόν, 1.93 ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος κυρίου, ζήσας ἔτη ρκʹ. καὶ θάψας αὐτὸν ὁ λαὸς καὶ κλαύσας ἡμέρας μʹ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐ τοῦ. καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς. ἐκ τότε οὖν καὶ μέχρι τοῦ νῦν φωτοειδὴς νεφέλη ἐπισκιάζει τὸν τόπον ἐκεῖνον, ἀμαυροῦσα καὶ ἀποτειχίζουσα τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ περάσας τὸν Ἰορδάνην, καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ πολεμῶν καὶ κατακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραήλ, ἀπέθανε ζήσας ἔτη ριʹ. καὶ ὁ μὲν Μωϋσῆς πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοραίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῷ Ῥαφαῒν ἐν Ἀσταρώθ, ἀπόγονον ὄντα τοῦ Ῥαφαΐν, οὗ καὶ ἡ κλίνη σιδηρᾶ, τὸ μῆκος ἔχουσα πήχεις ἐννέα, τὸ πλάτος τέσσαρας, ἀφείλετο πᾶσαν τὴν γῆν αὐτῶν. ὁ δὲ Ἰησοῦς χειρωσάμενος πᾶσαν τὴν γῆν αὐτῶν καὶ τοὺς Χαναναίους καὶ Φερεζαίους καὶ Γεργεσαίους καὶ Χετταίους καὶ Ἰεβουσαίους καὶ Ἀμοραίους καὶ Εὐαίους καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν τριακονταδύο, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκε τοῖς υἱοῖς Ἰσραήλ. ἐν δὲ τῷ φεύγειν αὐτούς, φησίν, ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κύριος ἐπέρριψεν αὐτοῖς λί θους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόν τες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ στρατηγοῦντος Ἰησοῦ.
1.94 Ὅ γε μὴν μέγας καὶ τερατουργὸς καὶ θεοφιλὴς πάνυ οὗτος ἀναδειχθεὶς οὐκ ἄμοιρος λύπης καὶ πειρασμῶν διαφόρων ἐγένετο. περὶ οὗ καὶ ὁ θεορρήμων Χρυσόστομος ἔφη "ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος. εἶπεν Ἰησοῦς τοῦ Ναυῆ «στήτω ὁ ἥλιος κατὰ Γαυαὼδ καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ.» καὶ ἐγένετο· φησὶ γάρ «καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρότερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι θεὸν ἀνθρώπου.» τοῦτο τοῦ Μωϋσέως μεῖζον. ἀλλά γε δὴ καὶ οὗτος ὁ θαυμαστὸς καὶ μέγας καὶ τερατουργός, διαδεξάμενος τὸν Μωϋσῆν, συναπήλαυσεν αὐτῷ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἀνιαρῶν. οὐ γὰρ ἔτι μόνον ὅτε ἔζη Μωϋσῆς, τὰ ἱμά τια διέρρηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς μείζονα ταύτης κατέστη ἀνάγκην δι' ὅλης ἡμέρας πρηνὴς κείμενος διὰ τὴν ἁμαρτίαν Ἄχαν καὶ τὴν τοῦ λαοῦ ἧτταν. φησὶ γάρ «καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσ ωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ. καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοραίῳ ἀπολέσαι ἡμᾶς; καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ τὸν αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοι κοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς