34
καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς.» ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωϋσέως ἀδημονεῖ καὶ 1.95 θορυβεῖται; καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν ἐξ ἀπορίας ἀπελέγετο. ἐῶ λέγειν τοὺς διαφόρους πολέμους καὶ τὰς μάχας καὶ τὰς φροντίδας καὶ τῶν Γαυαωνιτῶν τὴν ἀπάτην. καὶ μέντοι καὶ ἡ τῶν κληρῶν διανομὴ πολὺν μὲν τὸν πόνον πολλὰς δὲ παρ εῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. οὕτω τοίνυν ἅπαντες ὅσοι τῷ θεῷ μεγάλως εὐηρέστησαν, διὰ θλίψεων καὶ πειρασμῶν δοκι μασθέντες καὶ δόκιμοι ἀναφανέντες τῆς πρὸς θεὸν ἀγάπης καὶ παρρησίας ἐπέτυχον, καὶ οὐκ ἔστιν οὐδείς, ὧν πολὺς παρὰ τῷ θεῷ λόγος, θλίψεων ἐκτός, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ θεοῦ περὶ αὐτῶν κρίματα." Μετὰ δέ γε Ἰησοῦν διὰ τῶν κριτῶν ὁ θεὸς ἔσωζε τὸν λαόν, θλιβόμενον ὑπὸ τῶν περιλειφθέντων ἀλλοφύλων. ἐν οἷς ὑπῆρξε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρω σάμενος καὶ τὸν Ἀδωνιζεβὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρω τηριάσας αὐτοῦ χεῖρας καὶ πόδας. εἶπε δὲ Ἀδωνιζεβέκ "ἑβδομή κοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκε κομμένοι ἦσαν, συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκέ μοι ὁ κύριος." μετὰ δὲ Ἰού δαν γέγονε κριτὴς Γοθονιὴλ καὶ μετὰ τοῦτον Ἀώδ. μετὰ δέ γε Ἀὼδ γέγονε κριτὴς Σαμέγαρ ἔτη ἑπτά, πατάξας καὶ ἐκ τῶν ἀλλο φύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ τοῦ ἀρότρου ποδὶ τῶν βοῶν ἄνδρας ἑξακοσίους. μετὰ Σαμέγαρ γέγονε κριτὴς Βαράκ, μεθ' οὗ καὶ ∆εβόρρα ἡ προφῆτις. ἐφ' ὧν Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ 1.96 οἱ σοφώτατοι παρ' Ἕλλησι, καὶ Ἀσκληπιὸς ὁ ἰατρός, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο. μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεών, ὁ καὶ Ἱεροβάαλ, ἔτη μʹ. πατάξας τὸν Μαδιὰμ μετὰ τῶν λαψάντων τριακοσίων, ὡς λελέξε ται, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις. μετὰ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ υἱὸς αὐτοῦ ἔτη τρία, πατάξας δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωάθαν τοῦ νεωτέρου· ὃς καὶ ἀνελθὼν ἐν τῷ ὄρει εἶπε τοῖς Σικιμίταις τὴν παραβολὴν τῶν δέν δρων, τῆς τε ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥά μνου, καθ' ἣν καὶ συνέβη αὐτοῖς. καὶ τὰ λοιπὰ τῶν κριτῶν εὑ ρήσεις ἔμπροσθεν. Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστομος, ὡς πολυσή μαντόν ἐστι τὸ ὄνομα τῆς παραβολῆς. ἔστι γὰρ παραβολὴ λά λημα καὶ ὑπόδειγμα καὶ ὀνειδισμός, ὡς ὅταν λέγει ∆αυίδ "ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς." ἔτι δὲ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐκφαῖνον μέντοι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημά των, ἀλλ' ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψὼν ἔλεγεν "ἐξῆλθεν ἀπὸ στόματος ἔσθοντος βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκύ." καὶ Σολομὼν ἔφη "τότε νοήσεις παραβολὴν καὶ σκοτει νὸν λόγον." λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις· ἄλλην γάρ φησι 1.97 παραβολὴν παρέθηκεν αὐτοῖς λέγων "ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ." καὶ παραβολὴ λέγεται ἡ τροπολογία, οἷόν ἐστι τό "υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην, ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος," ἀετὸν λέγων τὸν βασιλέα. παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκών, ὡς καὶ ὁ μέγας Παῦλος ἔφη "πίστει προσενήνοχεν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος. ὅθεν καὶ ἐν παραβολῇ τοῦτον ἐκομίσατο," τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι. καὶ παραβολή ἐστι λόγος παρα βάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς, καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα. πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, κατὰ τὸ εἰρημένον "κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου." πρόβλημά ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. παράδειγμα δέ ἐστιν ἀπὸ τοῦ καθ' ἕκαστον ἄγον ἐπὶ τὸ καθόλου, ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. παροιμία δ' ἐστὶ