35
λόγος ἀπόκρυφος δι' ἑτέρου προδήλου σημαινόμενος. ἀλληγορία δ' ἐστὶν ἡ ἐπὶ τῶν ἀψύχων, οἷον ὀρέων καὶ βουνῶν, δένδρων καὶ λοιπῶν. τροπολογία δ' ἐστὶν ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον κεφαλῆς ὀφθαλμῶν καὶ τῶν λοιπῶν· τροπολογία δὲ ἀπὸ τοῦ τρέπεσθαι λέγεται. ἐντεῦθεν ὅρα μοι τὰς πράξεις τῶν κριτῶν. 1.98 Ἀναγκαῖον δὲ ἡγησάμεθα καὶ περὶ τῆς τῶν κριτῶν τοῦ Ἰσραὴλ πράξεως ἐν βραχεῖ ἐπισημήνασθαι, ἵνα τοὺς μὲν εἰδότας εἰς ἀνάμνησιν ἀναγάγωμεν, τοῖς δὲ ἀγνοοῦσι μικράν τινα εἴδησιν ἐντεῦθεν παράσχωμεν. Μετὰ τελευτὴν Ἰησοῦ κατελείφθησαν ἔθνη πρὸς τὸ πειρά σαι τὸν Ἰσραήλ· θείᾳ γὰρ προγνώσει ὁ θεὸς ᾔδη τὴν ἀποστασίαν αὐτῶν, ὅτι προστεθήσονται τοῖς εἰδώλοις, καὶ ἐξέδοτο αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν τῶν καταλειφθέντων, καὶ ἐταπείνωσαν καὶ ἐφορολόγουν αὐτούς. κατῆλθε δὲ ἄγγελος κυρίου εἰς τὴν κοι λάδα καὶ πᾶς Ἰσραήλ· καὶ ἤλεγξεν αὐτοὺς ὁ ἄγγελος περὶ τῆς ἀποστασίας αὐτῶν, καὶ ὅτι διὰ τοῦτο παρεδόθησαν τοῖς ἔθνεσι. καὶ ἔκλαυσε πᾶς ὁ λαός, μνησθέντες τῶν εὐεργεσιῶν κυρίου καὶ τῆς ἐνισταμένης κακώσεως αὐτῶν. ὅθεν ἐκλήθη ὁ τόπος ἐκεῖνος κοιλὰς κλαυθμῶνος· διὰ γὰρ τὸ μὴ ἐξολοθρεῦσαι τὸν Ἰσραὴλ τὰ ἔθνη ἃ εἶπε κύριος αὐτοῖς, ἀλλὰ καὶ μαθεῖν τὰ ἔργα αὐτῶν καὶ μιγῆναι αὐτοῖς καὶ δουλεῦσαι τοῖς γλυπτοῖς αὐτῶν, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας τῶν ἀλλοφύλων. τῇ οἰκείᾳ δὲ φιλανθρω πίᾳ κινούμενος ὁ θεὸς ᾠκτείρησε τὸν Ἰσραήλ, καὶ ἀνέστησεν αὐτῷ πρῶτον κριτὴν τὸν Γοθονιήλ, γαμβρὸν ὄντα τοῦ Χάλεβ, ὅστις Χάλεβ ζήσας ἔτη ρζʹ ἐν δυνάμει ὡς νεανίας εἰσήρχετο καὶ ἐξήρχετο ἐν τῷ πολέμῳ. καὶ ἐνίσχυσε κύριος τὸν Γοθονιήλ, καὶ τὸν βασι λέα Συρίας ἐπάταξε. καὶ εἰρήνευσεν ἡ γῆ ἕως τῆς ζωῆς αὐτοῦ ἔτη μʹ. καὶ πάλιν ἀπέστη Ἰσραὴλ ἀπὸ κυρίου, καὶ ἐπήγειρεν αὐ 1.99 τοῖς κύριος τὸν Ἐκλὼμ βασιλέα Μωάβ, καὶ ἐδουλώσατο τὸν Ἰσραὴλ ἔτη ιηʹ. καὶ ἐβόησεν πάλιν ὁ λαὸς πρὸς κύριον, καὶ ἔδω κεν αὐτοῖς κριτὴν τὸν Ἀὼδ ἄνδρα ἀμφοτεροδέξιον, ὃς τολμήσας ἀνεῖλεν Ἐκλὼμ ἐν τῷ οἴκῳ αὐτοῦ δόλῳ, καὶ φυγὼν διεσώθη. καὶ παρευθὺς λαμβάνει τὸν Ἰσραήλ, καὶ πατάσσει τὴν Μωὰβ πατα γμὸν μέγαν, καὶ ἡσυχάζει ἡ γῆ ἔτη ὀγδοήκοντα. καὶ μετὰ τελευ τὴν τὴν αὐτοῦ ἀπέστη πάλιν ὁ λαός, καὶ ἐταπείνωσεν αὐτοὺς ὁ Σισάρρα ὁ δυνάστης, βασιλεὺς Ἰαβίν, ἔτη ηʹ. καὶ προσκαλεῖται ∆εβόρρα ἡ προφῆτις τὸν Βαράκ (ἦν γὰρ αὕτη τότε κρίνουσα τὸν λαόν), καὶ συμπορεύεται μετ' αὐτοῦ ἐπὶ Θαβώρ, καὶ δίδωσιν αὐτῷ δήλους ὅτι αὕτη ἡμέρα ἐν ᾗ σώσει κύριος τὸν Ἰσραὴλ ἐκ χει ρὸς Μαδιάμ. κατεδίωξε δὲ Βαρὰκ τὸν Σισάρρα, καὶ συνέτριψε τὰ ἅρματα αὐτοῦ. κατέβη δὲ Σισάρρα ἐκ τοῦ ἅρματος αὐτοῦ, καὶ ἔφυγε μόνος, ἕως εἶδεν αὐτὸν Ἰαὴλ γυνὴ ἀστεία, καὶ προσεκαλέ σατο αὐτὸν λέγουσα "ἔκκλινον κύριε πρός με, μὴ φοβοῦ." καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐπότισεν αὐτὸν γάλα διὰ τὸ δίψος, καὶ κοιμίσασα πασσάλῳ ἀπέκτεινεν αὐτόν. καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Βαρὰκ ἔτη μʹ. αὖθις δὲ Ἰσραὴλ ἐπέθετο τοῖς εἰδώλοις, καὶ γεγόνασιν ἐν χειρὶ Μαδιὰμ ἔτη ζʹ. τότε ὤφθη ἄγγελος κυρίου τῷ Γεδεών, λέγων "ἐν τῇ χειρί σου κύριος παραδίδωσι τὴν Μαδιάμ." ᾔτησε δὲ Γεδεὼν γενέσθαι θυσίαν τῷ κυρίῳ, καὶ ἥψατο ὁ ἄγγε λος τῷ ἄκρῳ τῆς ῥάβδου αὐτοῦ τῆς θυσίας, καὶ ἐξῆλθε πῦρ καὶ κατέκαυσεν αὐτήν. καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ ὁ ἄγγελος.
Tότε ἔγνω 1.100 Γεδεὼν ὅτι ἄγγελος συνελάλει, καὶ ἐφοβήθη. εἶτα αἰτεῖ τὴν δισ σὴν αἴτησιν περὶ τοῦ πόκου, καὶ τυγχάνει τῆς αἰτήσεως. εἶτα καταστρέφει τὸν βωμὸν ἐν ᾧ ἐθεράπευσεν ὁ πατὴρ αὐτοῦ τὸν Βαάλ, καὶ ποιεῖ ἐκεῖ θυσιαστήριον, καὶ θύει τῷ θεῷ δάμαλιν. εἶτα προκαλεῖται τὸν λαὸν καὶ ἀποστρέφει τοὺς δεδιότας, εἴκοσι καὶ δύο χιλιάδας. εἶτα παραλαμβάνει τὰς ἀπολειφθείσας δέκα χιλιάδας, καὶ προστάξει θεοῦ κάτεισιν ἐν τῷ ποταμῷ, καὶ τοὺς λάψαντας τῇ γλώσσῃ τριακοσίους κατέχει, ἀποπέμπει δὲ τοὺς λοι πούς. ὡς δὲ ἐναγώνιος ἐγένετο τῇ βραχύτητι τῶν συμμάχων, ἐπι τρέπεται παρὰ θεοῦ τῇ νυκτὶ ἐκείνῃ κατελθεῖν ἐν τῇ παρεμβολῇ Μαδιὰμ μόνος μετὰ παιδαρίου. κατελθὼν δὲ ἤκουσεν ἐν τῇ παρεμβολῇ λεγόντων