36
μαγίδα κριθινὴν ἐν ὕπνῳ τεθεᾶσθαι τὸν λέ γοντα ἐν τῇ παρεμβολῇ Μαδιάμ, ἥτις ἀνακυλιομένη ἐν παντὶ τῷ λαῷ ἔφθασεν ἕως τῆς σκηνῆς τοῦ βασιλέως, καὶ ἐπάταξεν ἡ μαγὶς τὴν σκηνήν, καὶ ἔπεσε. καὶ εἶπον οἱ ἀκούοντες "οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ ἡ ῥομφαία τοῦ Γεδεών· παραδώσει γὰρ ὁ κύριος τὴν παρ εμβολὴν ταύτην ἐν χειρὶ αὐτοῦ." καὶ ἤκουσε Γεδεὼν καὶ ἐνίσχυσε. καὶ ἀνῆλθεν ἐν τῇ ἐκείνῃ νυκτὶ πρὸς τὴν παρεμβολήν, καὶ ἐνίσχυσε τοὺς τριακοσίους ἄνδρας τοὺς μετ' αὐτοῦ, δέδωκε δὲ αὐτοῖς ἀμ φορεῖς καὶ λαμπάδας καὶ σάλπιγγας. καὶ κατελθὼν πεποίηκεν ὡς γέγραπται. ἦν δὲ Μαδιὰμ μυριάδες τριακόσιαι δώδεκα, ὡσεὶ ἀκρὶς ἐν πεδίῳ κεχυμένη, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ λαοῦ αὐτῶν ἢ τῶν καμήλων αὐτῶν. καὶ ἐπεὶ ἐξέστησεν αὐτοὺς ὁ θεός, κατε δίωξε Γεδεὼν ὀπίσω αὐτῶν. γνόντες δὲ οἱ ἐπίλοιποι προκατέλα 1.101 βον τὰς διαβάσεις τῶν ὑδάτων ἕως τοῦ Ἰορδάνου, καὶ συνέλαβον φεύγοντας τοὺς δυνάστας Μαδιὰμ Ὠρὴβ καὶ Ζήβ, καὶ τεμόντες τὰς κεφαλὰς αὐτῶν προσήνεγκαν τῷ Γεδεών. διαβὰς δὲ τὸν Ἰορδάνην ὁ Γεδεὼν ἐπάταξε τὴν παρεμβολὴν Μαδιάμ, καὶ ἐξέφυ γον οἱ βασιλεῖς Μαδιὰμ Ζεβεὲ καὶ Σαλμανᾶ ἐκ τῆς παρεμβολῆς. καὶ κατεδίωξε Γεδεὼν ὄπισθεν αὐτῶν, καὶ ἀπέκτεινεν αὐτούς. ἔλαβε δὲ τὰ ἐνώτια τὰ χρυσᾶ ἐκ τῶν σκύλων, καὶ ἐποίησεν ἐφούδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθᾷ, εἰς τὴν κληρονο μίαν Μανασσῆ. καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ἐπ' αὐτῷ, καὶ γέ γονε σκάνδαλον τῷ λαῷ. καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Γεδεών, ὃς καὶ Ἱεροβάαλ ἐλέγετο, ἐπὶ ἔτη μʹ. ἐν τούτοις τοῖς χρόνοις τοῦ Γεδεὼν ἦν Ὀρφεὺς ὁ Θρᾲξ ὁ λυρικὸς ὁ Βρυώσιος, ὁ σοφώτατος καὶ περι βόητος ποιητής, ὅστις ἐξέθετο θεογονίας καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ τοῦ συντάγματος αὐτοῦ ὅτι ἐκ ἰδίας ἐνθυμήσεως οὐκ ἐξέθετό τι περὶ θεοῦ ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ' αἰτησαμένου αὐτοῦ μαθεῖν παρὰ τοῦ Φοίβου Τιτᾶνος ἡλίου τὴν θεογονίαν καὶ τὴν τοῦ κόσμου κτίσιν, καὶ τίς ἐποίησεν αὐτήν. ἐκφέρεται γὰρ ἐν τῇ αὐτοῦ ἐκθέσει διὰ ποιητικῶν στίχων οὕτως. ὦ ἄνα Λητοῦς υἱέ, ἑκατηβόλε, Φοῖβε, κραταιέ. ὦ δέσποτα ἡμέρας υἱέ, ὁ τὰ πάντα πόρρωθεν ἐν ταῖς ἀκτῖσί σου τοξεύων, ἀμίαντε καὶ δυνατέ. πάνδερκες, θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσων, ὁ τὰ πάντα ἐπιβλέπων, θνητῶν καὶ ἀθανάτων βασιλεύων. 1.102 ἠέλιε χρυσέοισιν ἀειρόμενε πτερύγεσσιν. ἥλιε τιμίαις εἰς τὸν ἀέρα ὑψούμενε πτέρυξι. δωδεκάτην δὴ τήνδε περί σου ἔκλυον ὀμφήν, σεῖο φαμένου. σὲ δ' αὐτὸν ἑκηβόλε μάρτυρα θείην. καὶ ἄλλους δὲ πολλοὺς περὶ τούτων εἶπε στίχους ὁ αὐτὸς Ὀρφεύς. ἔφρασε δὲ ἐκ τῶν προειρημένων στίχων ὅτι ὡς ἐκ τῆς εὐχῆς ἀκού σας περὶ θεογονίας καὶ κτίσεως κόσμου συνεγράψατο. παρείθησαν δὲ διὰ τὸ πλῆθος. λέγει δὲ πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς, ἐντεῦθεν δὲ καὶ ἐντεῦθεν τοῦ αἰθέρος ἦν χάος καὶ νὺξ ζοφερά, πάντα δ' ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, σημαίνων τὴν νύκτα προ τερεύειν, εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει ἀκατάληπτόν τινα καὶ πάν των ὑπέρτατον εἶναι, προγενέστερόν τε καὶ δημιουργὸν ἁπάντων, καὶ αὐτοῦ τοῦ αἰθέρος καὶ πάντων τῶν ὑπ' αὐτὸν τὸν αἰθέρα. τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν. ἔφρασε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον τὸ ὑπέρτατον πάντων. οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξ εῖπε μῆτις, ὅπερ ἑρμηνεύεται βουλή, φῶς, ζωοδοτήρ. εἶπεν ἐν τῇ αὐτοῦ ἐκθέσει ταύτας τὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν, καὶ κράτος τούτων θεὸν ὃν οὐδεὶς ὁρᾷ· ἧς τινὸς δυνάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν. ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, ἀρχὰς ἀσωμάτους καὶ 1.103 ἥλιον καὶ σελήνην καὶ ἐξουσίαν καὶ ἄστρα πάντα, γῆν καὶ θάλασ σαν, καὶ τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. τὸ δὲ τῶν ἀνθρώπων γένος εἶπεν ὑπ' αὐτοῦ τοῦ θείου πλασθὲν ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λαβεῖν λογικήν, καθὼς Μωϋσῆς ἐξέθετο. ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐν τῇ