37
αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο καὶ αὐτός ἐστι τὰ πάντα. περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐ τὸς Ὀρφεὺς ἐξέθετο ποιητικῶς στίχους πολλούς, ἀφ' ὧν εἰσὶν οὗτοι. θῆρες τ' οἰωνοί τε βροτῶν τ' ἀλητώσια φῦλα, θηρία, ὄρνεα, τῶν ἀνθρώπων τὰ καταναλισκόμενα ἔθνη, ἄχθεα γῆς, εἴδωλα τετυγμένα, εἰδότες οὔτε κακοῖο προσερχομένοιο νοῆσαι· φράδμονες οὔτε ποῖον μάλ' ἀποστρέψαι κακότητος, οὐδ' ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ ἕρξαι, ἀλλὰ μάτην ἀδαήμονες ἀπρονόητοι. καὶ ἄλλους δὲ πολλοὺς περὶ τοῦ ἀνθρωπίνου γένους ἐξέθετο στί χους ὁ αὐτὸς σοφώτατος Ὀρφεύς. ταῦτα Τιμόθεος συνεγράψατο ὁ χρονογράφος, λέγων τὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα. Ἐν τούτοις τοῖς χρόνοις ἐκτίσθη τὸ Ἴλιον ὑπὸ τοῦ Ἴλου· μετὰ δὲ λδʹ ἔτη τοῦ κτισθῆναι τὸ Ἴλιον ἐκτίσθη Κύζικος, μητρό 1.104 πολις Ἑλλησπόντου καὶ Ἀσίας ὑπὸ Κυζίκου. ἐκτίσθη δὲ καὶ Τύρος πρὸ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ ἔτεσι τριακοσίοις καὶ πεντήκοντα πρὸς τῷ ἑνί. Ἐν τοῖς χρόνοις τῶν κριτῶν ἐγνωρίζετο καὶ Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀργωναῦται οἱ περὶ τὸν Ἰάσονα τὸν Θετταλόν, οἵτινες ἀνιόντες τὸν ἀνάπλουν τῆς Ποντικῆς θαλάσσης ἐπολεμήθησαν ὑπὸ Κυζίκου τοῦ βασιλέως τῆς Ἑλλησπόντου ἐξαίφνης. καὶ συμ βαλόντες ἀλλήλοις ναυμαχίᾳ ἀπέκτειναν τὸν Κύζικον, καὶ παρέ λαβον τὴν πόλιν αὐτοῦ τὴν Κύζικον. μεμαθηκότες δὲ ὅτι Κύζικος ὁ σφαγεὶς ὑπ' αὐτῶν συγγενὴς αὐτῶν ὑπῆρχεν, ᾔτουν συγγνώμην τῆς ἀγνοίας αὐτῶν, καὶ ἀποθεραπεύοντες τὸ θεῖον ἔκτισαν ἐν αὐτῇ τῇ Κυζίκῳ ἱερόν, καθὼς ἔμπροσθεν λέξομεν, περί τε τοῦ δοθέντος αὐτοῖς χρησμοῦ ἀπὸ τῶν Πυθίων θερμῶν καὶ περὶ τῶν ἄλλων. Ὅτι οὐκ ἐν θεοῖς ἑτέροις ἀνέθηκε Γεδεὼν τὸ ἐφούδ, ἀλλὰ τῷ ὄντι θεῷ. ἀλλ' ἐπεὶ τοῦ νενομισμένου τόπου καὶ τοῦ νόμου ἀλλότριον πέπραχε καὶ σκάνδαλον γέγονε τῷ Ἰσραήλ, συνέβη γε νέσθαι ἐξολόθρευσιν τοῦ οἴκου αὐτοῦ. οὗτος γὰρ ὁ Γεδεὼν οʹ υἱοὺς ἔσχε, πολλαῖς γυναιξὶ καὶ παλλακαῖς μιγνύμενος. ἐκ μιᾶς δὲ τούτων ἐτέχθη αὐτῷ Ἀβιμέλεχ, ὃς ἀπέσφαξε τοὺς λοιποὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ λίθον ἕνα, ἑνὸς καὶ μόνου διαφυγόντος Ἰωά θαμ, θωπείᾳ δὲ ἀπεπλάνησε τὸν λαὸν καὶ ἐβασίλευσεν αὐτῶν. Ἰωάθαμ δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐφ' ἓν τῶν ὀρέων ἀνελθὼν προσεφώ νει τοῖς Σικιμίταις τὰς εὐεργεσίας τοῦ πατρὸς αὐτοῦ, εἰπὼν αὐτοῖς περὶ τῆς ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥάμνου 1.105 παραβολήν. καὶ κατὰ ταύτην τὴν παραβολὴν συνέβη αὐτοῖς· πνεῦμα γὰρ κυρίου συνετάραξε τοὺς βασιλεύσαντας αὐτῶν, καὶ ἡ ῥομφαία Ἀβιμέλεχ ἐνεργοῦσα κατ' αὐτῶν, καὶ ἡ ῥομφαία αὐτῶν κατ' αὐτοῦ. καὶ ἐτυράννησεν Ἀβιμέλεχ ἔτη τρία, καὶ καθεῖλε πόλεις Σικιμιτῶν. ἔτι δὲ μίαν τῶν πόλεων πολιορκῶν πλησιάσας τῷ τείχει, κλάσματι μύλου ἔβαλεν αὐτὸν ἄνωθεν γυνή, καὶ συνέ τριψε τὸ κρανίον αὐτοῦ. Μετὰ δὲ Ἀβιμέλεχ ἀνέστη Θόλα, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη. καὶ μετ' αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη εἴκοσι δύο, ὃς εἶχε τριάκοντα [δύο] υἱούς. καὶ μετὰ τοῦτον ἐξήμαρτεν Ἰσραὴλ τῷ κυρίῳ, καὶ ἐδούλευσε τοῖς γλυπτοῖς τῶν ἐθνῶν. καὶ ἐταπείνωσεν αὐτὸν βασιλεὺς Μωὰβ καὶ Ἀμὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτοῦ ἔθνη ἔτη ιηʹ. εἶτα ἐπέστρεψε πρὸς τὸν θεόν, καὶ περιῆρε τοὺς θεοὺς τοὺς ἀλλοτρίους. καὶ ἀνέστησεν αὐτοῖς κρι τὴν τὸν Ἰεφθάε τὸν Γαλααδίτην, υἱὸν γυναικὸς πόρνης, ὃς ἦν ἐπῃρμένος ἐν δυνάμει, καὶ ἐπάταξε τὸν βασιλέα Μωὰβ καὶ τὸν λαὸν αὐτοῦ κραταιῶς. οὗτος ἐπλήρωσε τὴν ἰδίαν εὐχὴν οὐκ εὐα γῶς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ. ἔκρινε δὲ τὸν Ἰσραὴλ ἐπὶ ἔτη ἓξ καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἐσσεβὼν ἔτη ἑπτὰ καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἐλγὼν ὁ Ζαβουλωνίτης ἔτη δέκα καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἀβδὼν ὁ Φαραθωνίτης ἔτη ὀκτώ· ὃς ἔσχεν υἱοὺς τεσσαράκοντα, καὶ τριάκοντα υἱοὺς τῶν υἱῶν αὐτοῦ. εἶτα ἐκπορνεύει ὁ λαὸς ἐν τοῖς εἰδώλοις, καὶ παραδίδωσιν αὐτοὺς κύριος ἐν χειρὶ Φιλιστιεὶμ ἔτη τεσσαράκοντα. τότε ὤφθη