39
υἱοὺς τρεῖς καὶ θυγατέρας δύο. Ὀφνεὶ δὲ καὶ Φινεὲς οἱ υἱοὶ Ἠλεὶ οὐκ ἐν ταῖς θυσίαις μόνον ἐξημάρτανον, ἀλλὰ καὶ ἐν ταῖς γυναιξὶν ἐξεπόρνευον ταῖς παρεστηκυίαις ἐν ταῖς πύλαις τοῦ ναοῦ κυρίου. ἱστορεῖ τοίνυν ἡ πρώτη τῶν βασιλειῶν πόλεμον συστῆναι τοῖς ἀλ 1.109 λοφύλοις πρὸς τὸν Ἰσραήλ. καὶ νικήσαντες οἱ ἀλλόφυλοι αἴρουσι τὴν κιβωτὸν τοῦ Ἰσραήλ. καὶ ἀκούσας Ἠλεὶ ὁ ἱερεὺς πεσὼν ἀπέθανε. προσφέρουσι δὲ οἱ ἀλλόφυλοι τὴν κιβωτὸν δῶρον τῷ θεῷ αὐτῶν ∆αγὼν εἰς Ἄζωτον, καὶ ἱστῶσιν αὐτὴν παρὰ τοὺς πόδας τοῦ εἰδώλου. ἐν δὲ τῇ νυκτὶ πίπτει ὁ θεὸς αὐτῶν ∆αγών, καὶ ὀρθρίσαντες εὗρον αὐτὸν πεπτωκότα ἔμπροσθεν τῆς κιβωτοῦ. ἀνέστησάν τε αὐτόν, καὶ τῇ ἑτέρᾳ νυκτὶ πάλιν ἔπεσε ∆αγὼν καὶ συνετρίβη, καὶ οὐκέτι ὁ ναὸς αὐτοῦ ἐσεβάσθη. καὶ ἐπατάχθησαν οἱ ἀλλόφυλοι εἰς τὰς ἕδρας αὐτῶν καὶ οἱ ἐν παντὶ ὁρίῳ τῆς πεντα πόλεως αὐτῶν, Ἀζώτου Γάζης Ἀσκάλωνος Γὲθ Ἀκκάρων· καὶἐγένετο σύγχυσις μεγάλη θανάτου ἐν αὐταῖς, καὶ ἡ γῆ αὐτῶν ἐξ έβραζε μῦς. καὶ μετὰ ἑπτὰ μῆνας (ὡς δὲ Ἰώσηπος, μῆνας δύο μόνους ποιῆσαι τὴν κιβωτὸν παρὰ τοῖς ἀλλοφύλοις, οἳ καὶ Πα λαιστηνοὶ νῦν καλοῦνται) ἐξέπεμψαν τὴν κιβωτὸν μετὰ δώρων καὶ θυσιῶν, ἐπιθήσαντες αὐτὴν ἐφ' ἅμαξαν καινήν, ζεύξαντες βόας ἐκλεκτοὺς ἀσκύλτους, καὶ ηὔθυναν οἱ βόες ἀφ' ἑαυτῶν. καὶ ἦλθεν Ἰσραὴλ εἰς τιμήν. ἰδόντες δὲ οἱ ἀλλόφυλοι ἐφοβήθησαν φόβον μέγαν. καὶ ἔμεινεν ἡ κιβωτὸς εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. πρὸ τούτου δὲ κατήντησεν ἡ κιβωτὸς ἐν Βεθσαμοῖς εἰς οἶκον Ὠσηέ, ὃς τὴν μὲν ἅμαξαν διασχίσας καὶ ἀνάψας ἐν πυρί, τοὺς δὲ βόας ἐν αὐτῇ ἀνενεγκὼν προσήνεγκε θυσίαν κυρίῳ τῷ θεῷ. οἱ δὲ υἱοὶ Ἰεχωνίου ἀναξίως προσήγγισαν τῇ κιβωτῷ, καὶ ἀπώλοντο ἐξ αὐ τῶν οʹ ἄνδρες, οἵτινες ὑπῆρχον δυσσεβεῖς καὶ εἰδωλολάτραι, ἀλλὰ 1.110 καὶ σχεδὸν ἅπαντες οἱ ἐν Βεθσαμοῖς, ὥστε καὶ πνιγῆναι ἐκ τοῦ λαοῦ αὐτοῦ πεντήκοντα χιλιάδας. αὖθις δὲ πάλιν ἀποπέμπουσι καὶ οὗτοι τὴν κιβωτὸν εἰς Καριαθιαρείμ· οἱ δὲ ἐν αὐτῇ ἄσμενοι ἀπεδέξαντο τὴν κιβωτόν, καὶ κατέστησαν αὐτὴν εἰς τὸν οἶκον Ἀμιναδὰμ τὸν ἐν τῷ βουνῷ, καὶ ἡγίασεν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ φυλάσσειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου. ἐποίησε δὲ ἡ κιβωτὸς ἐκεῖσε ἔτη κʹ, καὶ ὁ λαὸς ἄρτι ἐπορεύθη ὄπισθεν κυρίου. καὶ συνάγει Σαμουὴλ πάντας εἰς Μασιφᾶ, καὶ παραινεῖ περιελέ σθαι αὐτοὺς πάντα τὰ εἴδωλα, καὶ ἐποίησαν οὕτως. οἱ δὲ ἀλλό φυλοι παμπληθεὶ παρενέβαλον ἐπ' αὐτούς. καὶ ηὔξατο ὑπὲρ αὐτῶν Σαμουήλ, καὶ ἐβρόντησε κύριος, κινεῖται δὲ πᾶς Ἰσραὴλ κατὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν αὐτοὺς κύριος διὰ χειρὸς Ἰσραὴλ πληγὴν μεγάλην. καὶ μετὰ τοῦτο συνάγεται πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ λέγοντες "ἐπειδὴ οἱ υἱοί σου Ἰωὴλ καὶ Ἀβιᾶ οὐ κατὰ τὰς σὰς πορεύονται ὁδούς, ἀλλὰ δώροις ἐκκλίνουσι τὸ δί καιον, ποίησον ἡμῖν βασιλέα, ὃς κρινεῖ ἡμᾶς." πονηρὸν δὲ τοῦτο ἐφάνη τῷ Σαμουήλ. ὅμως εἶπεν αὐτῷ ὁ θεὸς ὑπακοῦσαι τοῦ λαοῦ, καὶ ὅτι οὐ σὲ ἐξουδενώκασιν ἀλλ' ἐμὲ τῷ μὴ θέλειν βασι λεύεσθαι ὑπ' ἐμοῦ· κατὰ ταῦτα πεποιήκασιν οἱ πατέρες αὐτῶν, ἀφ' ἧς ἡμέρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου. ἔχρισεν οὖν αὐ τοῖς Σαμουὴλ βασιλέα τὸν Σαούλ, ἄνδρα Βενιαμίτην. καὶ ὁ βα σιλεὺς Ἀμανιτῶν Ναᾶς ἐπανέστη τῇ Γαλαάδ. οἱ δὲ ἤθελον ἐπὶ 1.111 σωτηρίᾳ δουλεύειν αὐτῷ. καὶ εἶπε Ναᾶς "οὐχ οὕτως, ἀλλ' ἔσται ὑμῖν ἡ σωτηρία ἐν τῷ ἐξορύξαι με παντὸς ἀνδρὸς ὀφθαλμὸν δε ξιὸν εἰς ὄνειδος Ἰσραήλ." καὶ ἐθρήνησαν οἱ ἄνδρες οἱ ἐν Γα λαάδ. ἤκουσε δὲ Σαούλ, καὶ προσκαλεῖται πάντα Ἰσραήλ, καὶ ἐξαριθμεῖται αὐτὸν εἰς χοʹ χιλιάδας. ποιήσας δὲ αὐτοὺς εἰς τρεῖς ἀρχὰς ἐπέθετο τοῖς Ἀμανίταις καὶ ὠλόθρευσεν αὐτούς. ὁ δὲ Σαμουὴλ λαμβάνει τὸν λαὸν καὶ Σαούλ, καὶ κατέρχεται εἰς Γάλ γαλα, καὶ ἐγκαινίζει τὴν βασιλείαν Σαούλ, καὶ ἄπεισιν εἰς Ἀρμα θαΐμ. συναθροίζεται δὲ πλῆθος ἀλλοφύλων ἐν Γαλγάλοις, καὶ οὐχ εὑρέθησαν μετὰ Σαοὺλ εἰ μὴ ἑξακόσιοι ἄνδρες, καὶ οὐδὲ τού τοις ἦν ὅπλα. Σαοὺλ δὲ διαπορηθεὶς καὶ ἐγκρατευσάμενος ἀνή νεγκεν θυσίαν τῷ κυρίῳ. καὶ ἰδοὺ