40
παραγίνεται Σαμουὴλ πρὸς αὐτόν, καὶ λέγει αὐτῷ "τί τοῦτο ἐποίησας;" ὁ δὲ τὴν ἀπορίαν τοῦ λαοῦ καὶ τὸ στενὸν τοῦ καιροῦ προβάλλεται.
Σαμουὴλ δὲ ἀραῖς αὐτὸν ἀπειλήσας τὴν βασιλείαν ἑτέρῳ τῷ ὑπὲρ αὐτὸν κρείτ τονι δοθήσεσθαι προφητεύει, καὶ ἄπεισιν. Ἰωανάθαν δὲ μόνος μετὰ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ παραβιασάμενος κατῆλθεν εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ σύμβολον δοὺς τῷ αἴροντι τὰ σκεύη αὐτοῦ ἐπέθετο τοῖς προφυλάσσουσι, καὶ ἐπάταξεν ὡσεὶ κʹ ἄνδρας. καὶ ἐπήνεγκε κύριος ἔκστασιν ἐν τῇ παρεμβολῇ τῶν ἀλ λοφύλων ἐν τῷ ἑωρακέναι μακρόθεν τὴν φυγὴν τῶν προφυλασσόν των. οἱ δὲ ἐν τῷ βουνῷ ὄντες μετὰ Σαούλ, ἰδόντες τὴν σύγχυσιν τῆς παρεμβολῆς τῶν ἀλλοφύλων, δηλοποιοῦσι τῷ Σαούλ. ἦν δὲ ἱερεὺς ἐκεῖ Ἀχίας Λευίτης, αἴρων ἐφούδ, καὶ εἶπεν αὐτῷ Σαοὺλ 1.112 ἐπερωτῆσαι ἐν κυρίῳ. ὡς δὲ ἔτι καὶ μᾶλλον συνεκόπτετο ἡ παρ εμβολὴ τῶν ἀλλοφύλων ὑφ' ἑαυτῶν (ἐπανέστησαν γὰρ οἱ ἐπίμικτοι καὶ δοῦλοι οἱ μετὰ τῶν ἀλλοφύλων καθ' ἑαυτῶν, καὶ ἐπάτασσον αὐτοὺς ῥομφαίαις), εἶπε Σαοὺλ τῷ Ἀχίᾳ συστεῖλαι τὰς χεῖρας, καὶ ἐπέθετο αὐτὸς τοῖς ἀλλοφύλοις σὺν τοῖς ἑξακοσίοις. ἐξῆλ θον δὲ καὶ οἱ ἐν τοῖς σπηλαίοις καὶ ταῖς ὀπαῖς κρυπτόμενοι τῶν Ἑβραίων, καὶ γεγόνασι μετὰ Σαοὺλ ὡσεὶ χιλιάδες δέκα. τότε ἠγνόησεν ἄγνοιαν Σαούλ, καὶ ἠράσατο μὴ ἀπογεύσασθαι βρώσεως τὸν λαὸν ἕως συντελέσει τοὺς ἐχθροὺς αὐτοῦ. πᾶσα δὲ ἡ γῆ ἠρί στα. εἶτα συμβαίνει τὰ περὶ Ἰωνάθαν ἐν τῇ ἐν ἀγνοίᾳ βρώσει τοῦ μέλιτος. ἐξαιρεῖται δὲ αὐτὸν ὁ λαὸς τοῦ θανάτου. καὶ Σαοὺλ κατεπολέμησε πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτοῦ, ἰσχύων κατ' αὐτῶν. πάλιν δὲ ἀνέρχεται πρὸς αὐτὸν Σαμουὴλ ὁ προφήτης, καὶ λέγει αὐτῷ τὴν ἀπώλειαν Ἀμαλήκ, καὶ δίδωσιν αὐτῷ ἐντολήν, ἣν ἔλαβεν ἐκ θεοῦ, τοῦ μὴ περιποιήσασθαι ἐξ αὐτοῦ ἀπὸ ἀνθρώ που ἕως κτήνους, ἀπὸ νηπίου καὶ θηλάζοντος ἕως πρεσβύτου, ἀλλὰ καὶ αὐτὸ ὅλον τὸ θῆλυ γένος ὀλέσαι καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν διαφθεῖραι, ὅτι κακὰ ἐνεδείξαντο τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐξ Αἰγύπτου ἐπανόδῳ. Σαοὺλ δὲ τῆς μὲν νίκης ἐπιτυχὼν καὶ ἐκτρίψας τὸν Ἀμαλὴκ περιεποιήσατο Ἄγαγ τὸν βασιλέα αὐτῶν, ὁ δὲ λαὸς διήρπασε ποίμνια καὶ βου κόλια καὶ ἀποσκευὴν ἱκανήν. καὶ ἰδοὺ παραγίνεται Σαμουὴλ ἐν Γαλγάλοις, καὶ λέγει πρὸς Σαοὺλ ἃ εἶπεν αὐτῷ ὁ θεός, τήν τε 1.113 τῆς βασιλείας ἔκπτωσιν καὶ τὴν διαίρεσιν τοῦ λαοῦ, ὃς διέρρηξε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. παραβιάζεται δὲ Σαοὺλ τὸν Σαμουὴλ ὑποστρέψαι μετ' αὐτοῦ, καὶ χερσὶν ἰδίαις ὁ προφήτης ἀποσφάζει Ἄγαγ τὸν βασιλέα Ἀμαλήκ. διὰ ταύτην τὴν παρακοὴν Σαοὺλ εἶπεν ὁ θεὸς πρὸς Σαμουήλ "μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, διότι ἀπέστη ἀπὸ ὄπισθέν μου καὶ οὐκ ἐφύλαξε τὰ ῥήματά μου." πολλὰ δὲ κατωνείδισε τὸν Σαοὺλ Σαμουὴλ ἐπὶ τῇ παρακοῇ ταύτῃ. ὁ δὲ τὴν αἰτίαν ἐπὶ τὸν λαὸν καὶ τοῦ θῦσαι τὰ θρέμματα τῷ θεῷ ἐπήνεγκε. καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ "εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθή, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. ὅτι ἁμαρτία οἰώνισμα ἐστί, ὀδύνην καὶ πόνον θεραφὶμ ἐπάγουσιν. ὅτι ἐξουθένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουθενώσει σε κύριος, μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ." καὶ ἀπέστη ἀπ' αὐτοῦ Σαμουήλ, καὶ εἶδεν αὐτὸν οὐκέτι. γνώμῃ δὲ θεοῦ κατακολουθήσας Σαμουὴλ ἄπεισιν εἰς Βηθλεέμ, καὶ ἐκεῖ ἔχρισε τὸν ὄγδοον υἱὸν Ἰεσσαὶ ∆αβὶδ εἰς βασιλέα, καὶ δίδοται πνεῦμα θεοῦ. καὶ τότε ἐπῆλθεν ἐπὶ Σαοὺλ πνεῦμα πονηρόν, καὶ ἔπνιγεν αὐτόν. καὶ εἶπον οἱ γνωστοὶ αὐτοῦ τὰ περὶ ∆αβὶδ πρὸς αὐτόν, ὅτι πνεῦμα θεοῦ ἐν αὐτῷ, καὶ ὅτι ᾄδει ψάλλων ἐν κιν νύρᾳ καὶ ψαλτηρίῳ καὶ ναύλῃ. καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσ σαί, καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ ψάλλειν καὶ διώκειν πνεῦμα τὸ 1.114 πνῖγον αὐτόν. καὶ ἀπέστη τὸ πνεῦμα ἀπὸ Σαούλ, καὶ πεποίηκεν αὐτὸν ἐπὶ τὸ αἴρειν τὰ σκεύη αὐτοῦ τὰ πολεμικά. ἀγαπητὸς δὲ γέγονε ∆αβὶδ τῷ Σαούλ. τότε ἐξῆλθον οἱ ἀλλόφυλοι ἐν δυνάμει βαρείᾳ, καὶ γέγονε τὰ περὶ