41
∆αβὶδ καὶ Γολιάθ, ὃν ἀνεῖλε μονο μαχήσας ὕψος ἔχοντα πόδας ὀκτώ, ὢν ἐτῶν λγʹ. ᾧ ὑπήντησαν αἱ χορεύουσαι λέγουσαι "ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ." καὶ γίνεται φθόνος Σαοὺλ ἐπὶ ∆αβὶδ διὰ τὸ αὐτῷ μὲν δοθῆναι τὰς χιλιάδας, ἐκείνῳ δὲ τὰς μυριάδας. καὶ ἐπέπεσε παρὰ θεοῦ πνεῦμα πονηρὸν ἐπὶ Σαούλ, καὶ προεφή τευσεν ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ. καὶ ∆αβὶδ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ ὡς καθ' ἑκάστην ἡμέραν, καὶ τὸ δορὺ ἐν τῇ χειρὶ Σαούλ, καὶ εἶπε πατάξαι ἐν ∆αβίδ, καὶ ἐκκλίνας ∆αβίδ, ἐπάταξεν ἐν τῷ τοίχῳ. τοῦτο δὶς πεποίηκε Σαούλ. γνοὺς δὲ Σαοὺλ συμμαχεῖν θεὸν τῷ ∆αβίδ, ἐποίησεν αὐτὸν χιλίαρχον, ἐξαποστείλας αὐτὸν ἀπὸ προσώπου αὐτοῦ εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι ἐν τῷ πολέμῳ, εἰπών "ἔστω ἡ χεὶρ τῶν ἀλλοφύλων κατ' αὐτοῦ ἤπερ ἡ χείρ μου," καὶ δέδωκεν αὐτῷ Μελχὸλ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα. ἀπο δρὰς δὲ ∆αβὶδ ἀπὸ προσώπου Σαοὺλ ἀπῆλθε πρὸς Σαμουὴλ ἐν πόλει Ἀρμαθαΐμ, καὶ εὗρε χορὸν προφητῶν μετὰ Σαμουήλ. καὶ ἀπέστειλε Σαοὺλ ἅπαξ καὶ δὶς καὶ τρὶς ἀγγέλους συλλαβέσθαι τὸν ∆αβίδ· καὶ προφητεύοντες διέμενον. θυμωθεὶς δὲ Σαοὺλ αὐτὸς δι' ἑαυτοῦ ἐπορεύθη συλλαβέσθαι αὐτόν· καὶ ἐξέστη, καὶ ἦν προφητεύων καὶ αὐτός, καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἔκειτο 1.115 δι' ὅλης ἡμέρας καὶ νυκτὸς γυμνός. καὶ μετὰ ταῦτα τελείως ἀφίσταται ∆αβὶδ ἀπὸ Σαούλ, κτησάμενος χεῖρα τετρακοσίων ἀν δρῶν πολεμιστῶν. καὶ μετὰ τοῦτο θνήσκει Σαμουήλ, καὶ θά πτεται ἐν τῷ οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαΐμ. Σαοὺλ δὲ ἔτι διώκων ἦν τὸν ∆αβίδ. Ἀβεσσᾶ δὲ καὶ Ἰωὰβ κατῆλθον ἐν τῇ παρεμβολῇ Σαοὺλ νυκτὸς μετὰ ∆αβίδ, καὶ ἔλαβον τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος. ἀποδιδράσκει δὲ ∆αβὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ, καὶ δίδωσιν αὐτῷ πόλιν Σικελάκ, καὶ παροικεῖ ἐκεῖ μῆνας τέσσα ρας· ὅπου στήλην ὁ πατραλοίας Ἀβεσαλὼμ ἐπ' ὀνόματι αὐτοῦ ἔστησε, παρανομήσας κἀν τούτῳ. ἐν ᾧ τόπῳ καὶ λιθόλευστος γέγονεν ..... Ἰεβοσθὲ ὁ Χαναναῖος, ὃς ἐπὶ ἐννακοσίοις τραυμα τίαις ἐσπᾶτο ῥομφαίαν εἰσάπαξ. οὗτος οὐκ ἦν τῶν τριῶν, ἀλλ' ὑπὲρ τοὺς τρεῖς δυνατός. εἶτα Ἀδίνων, καὶ οὗτος ἐσπᾶτο ῥομ φαίαν ἐπὶ ὀκτακοσίοις τραυματίαις. Ἐλεάζαρ, καὶ τρίτος Σα μέας· οὗτοι οἱ τρεῖς διέρρηξαν τὸ σύστημα τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν ἐκ Βηθλεὲμ πιεῖν τῷ ∆αβὶδ αἰτήσαντι ὕδωρ. Ἀβεσσᾶ δὲ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀσσαὴλ ἐσπάσαντο τὴν ῥομφαίαν αὐτῶν ἐπὶ τῷ τραυματίᾳ. ἦρχε δὲ τῶν τριῶν οὐχ ὡς ὑπὲρ αὐτοὺς ἢ ὡς αὐτοὶ ἰσχύων, ἀλλ' ὡς συγγενὴς τοῦ βασιλέως· ἡ γὰρ δύναμις αὐτοῦ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν. ἀλλὰ καὶ Βανέας υἱὸς Ἰωάβ, ἀδελφοῦ τοῦ ∆αβίδ, δυνατὸς ὢν παρεβάλλετο τοῖς τρισίν, οὐ μέντοι γέγονε τῆς ἰσχύος αὐτῶν. ἦσαν δὲ ὀνομαστοὶ καὶ δυνατοὶ 1.116 ἕτεροι λζʹ, ὧν ἦρχεν Ἀσσαήλ. ῥομφαία δὲ ἡ σπάθη ἐστί, καὶ οὐ τὸ δόρυ, ὥς τινες οἴονται, καθὼς ∆αβὶδ πρὸς τὸν ἀλλόφυλον λέγει "σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύσομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου θεοῦ Σαβαώθ." ὁ δὲ ἐτῶν οʹ τελευτᾷ ∆αβίδ, ἑπτὰ ἔτη βασιλεύσας τοῦ Ἰούδα καὶ μῆνας ἕξ, τριάκοντα δύο δὲ καὶ μῆνας ἓξ ἐπὶ πᾶσαν φυλήν. ἦν δέ, ὅτε ἐβασίλευσεν, ἐτῶν τριάκοντα. Ὅτι Σολομῶν καὶ πρὸ τοῦ οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν ἐν τοῖς ὑψηλοῖς ἐθυμία, καὶ πᾶς ὁ λαός. τὰ δὲ μέγιστα τῶν παρα πτωμάτων αὐτοῦ μετὰ τὴν οἰκοδομὴν τοῦ ναοῦ γέγονεν.
Ὅτι ἐποίησε τὸν βασίλειον θρόνον αὐτοῦ ἐλεφάντινον, ἐκ μὲν τῶν ὄπισθεν ἔχοντα προτομὰς δύο μόσχων, καὶ δύο λεόντων εἰς τὰ παρ' ἑκάτερα πλησίον τοῦ θρόνου. ἐποίησε δὲ καὶ βαθμοὺς ἕξ, εἰς ὕψος ἐξαίροντας τὸν θρόνον, καὶ ἐν ἑκάστῳ βαθμῷ ὡσαύτως λέοντας ἐστηλωμένους, ὥστε εἶναι τοὺς πάντας λέοντας τῶν μὲν ἀναβάθμων δώδεκα, τοὺς δὲ πλησίον τοῦ θρόνου δύο. λέγει δὲ Ἰώσηπος καὶ ἐν τούτῳ ἀνομῆσαι αὐτὸν καὶ παραβῆναι τοὺς ὑπὸ θεοῦ δοθέντας τῷ Μωϋσῇ καὶ τῷ λαῷ νόμους· οὐδὲ γὰρ ὄψεως ἕνεκεν ἐπετράπησαν ζῳοπλαστεῖν ἢ σκιαγραφίαις προσέχειν. διὰ τὸ ἀσεβῆσαι δὲ Σολομῶντα λαμβάνει Ἱεροβοὰμ τὰς δέκα φυλάς.