43
ἀρχιερεὺς ὁ συνετός, τοῦ ∆αβιδικοῦ σπέρμα τος ὀλλυμένου ὑπὸ Γοθολίας, κατέκρυψε τὸν ἔσχατον υἱὸν Ὀχο ζίου τοῦ υἱοῦ αὐτῆς τὸν Ἰωάς, ὃς καὶ ἐβασίλευσεν ἐπὶ Ἰούδα, ἐτῶν ὄντα ἑπτά, καὶ ἀπέκτεινε Γοθολίαν τὴν ἄνομον τὴν ἐκ γέ νους Ἀχαάβ. ζῇ δὲ ὁ αὐτὸς Ἰωδαὲ ἔτη ρλʹ, καὶ ἐτάφη ἐν τάφοις τῶν βασιλέων, διότι ἀνεκτήσατο τὸ ∆αβιδικὸν γένος. βασιλεύει δὲ Γοθολία ἔτη ζʹ, καὶ κατακρύπτεται Ἰωὰς ὑπὸ Ἰωδαὲ μηνιαῖος. Ὅτι οἱ πρεσβύτεροι τῶν ἀρχόντων Βαβυλῶνος ἦλθον πρὸς Ἐζεκίαν τοῦ πυθέσθαι περὶ τοῦ τέρατος τοῦ γεγονότος ἐν τῷ οὐ ρανῷ ἐν τῇ ἀναστροφῇ τοῦ ἡλίου. ὁ δὲ τοῦτο παραλιπὼν θησαυροὺς καὶ πλοῦτον καὶ βασιλείαν αὐτοῖς ὑπεδείκνυεν. ὠργίσθη δὲ κύριος ὁ θεός, καὶ ἠπείλησε τῷ Ἐζεκίᾳ· ὅμως μετήνεγκε τὴν ὀργὴν διὰ τὴν ἀρετὴν αὐτοῦ ἐπὶ τοὺς ἀπογόνους αὐτοῦ. Ὅτι διὰ τὰς ἀσεβείας αὐτοῦ Μανασσῆς αἰχμάλωτος γίνεται ὑπὸ Ἀσσύρ, καὶ ἐξομολογεῖται τῷ κυρίῳ ἐν μετανοίᾳ καρδίας αὐ τοῦ, καὶ ἐπιστρέφει αὐτὸν ὁ θεὸς ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐποίει τὸ εὐθὲς ἐνώπιον κυρίου. Ὅτι ἐν τῇ διαθήκῃ Ἐζεκίου βασιλέως Ἰούδα λέγει Ἠσαΐαςὁ προφήτης κρατῆσαι τὸν Ἀντίχριστον ἔτη γʹ καὶ μῆνας ἑπτά, γι 1.121 νόμενα ἡμέρας ας ϟʹ. καὶ μετὰ τὸ τὸν Ἀντίχριστον βληθῆναι ἐν τῷ Ταρτάρῳ ἐλθεῖν τὸν δεσπότην τῶν ὅλων, Χριστὸν τὸν θεὸν ἡμῶν, γενέσθαι δὲ καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν καλῶν τε καὶ κακῶν. περὶ τῶν αὐτῶν δὲ καὶ ὁ προφήτης ∆ανιὴλ ἐν τῇ ὀπτασίᾳ λέγει ἑωρακέναι, καὶ φησίν "εἶπον τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, ἕως πότε τὸ πέρας τῶν θαυμασίων ὧν εἴρηκας; καὶ ὕψωσε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. καὶ ἐγὼ ἤκουσα καὶ συνῆκα καὶ εἶπον «καὶ τί τὰ ἔσχατα τούτου;» καὶ εἶπεν «ἀπὸ καιροῦ παραλλά ξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας ας ϟʹ. καὶ μακάριος ὁ ὑπομένων καὶ φθάσας ἡμέρας ατλεʹ."
Ὅτι ἐπὶ τῶν χρόνων Ἀμὼς βασιλέως Ἰούδα τὰ περὶ τῆς Νιναῒ προφητευθέντα κατὰ τοὺς χρόνους τούτους πέρας ἔσχεν. ἱστορεῖ δὲ Ἰώσηπος ἐν τῷ θʹ τῆς ἀρχαιολογίας τὸν Ἰωνᾶν καταποθέντα ὑπὸ τοῦ κήτους μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκ βρασθῆναι ζῶντα ἐν τῷ Εὐξείνῳ πόντῳ. Ἀπὸ τοῦ γʹ βιβλίου τῆς ἀρχαιολογίας Ἰωσήπου, ὅτι ἐάν τις ὑπονοήσῃ τῶν Ἑβραίων μεμοιχεῦσθαι αὐτοῦ τὴν γυναῖκα, κομίζει κριθῶν ἀλεύρου ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυ ναῖκα στήσας ὁ ἱερεὺς κατὰ τὰς πύλας πρὸς τὸν νεών, καὶ τὴν κεφαλὴν αὐτῆς γυμνώσας, ἐπιγράφει τοῦ θεοῦ τὴν προσηγορίαν 1.122 διφθέρᾳ. κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι περὶ τὸν ἄνδρα. παραβᾶσαν δὲ τὸ σῶφρον, τοῦ δεξιοῦ σκέλους τὸ ἄρθρον ἔξαρ θρον γενέσθαι, καὶ τὴν γαστέρα πρισθεῖσαν οὕτως ἀποθανεῖν. ἐὰν δὲ ὑπὸ πολλοῦ ἔρωτος καὶ τῆς τούτου ζηλοτυπίας προπετῶς ὁ ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. τῶν δὲ ὅρκων τελειωθέντων, τῆς διφθέρας ἀπαλείψας τοὔνομα, εἰς φιάλην ἐκπιέζει. προσκομίσας δὲ ἐκ τῆς τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι, καὶ καταπάσας, ἐκπιεῖν δίδωσιν. ἡ δὲ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖ ται κατὰ τὴν γαστέρα. ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετ' αἰσχύνης καταστρέφει τὸν βίον, τοῦ τε σκέλους ἐκπεσόντος αὐτῆς καὶ τὴν κοιλίαν ὑδέρου καταλα βόντος. Ἀπὸ βιβλίου τετάρτου τοῦ αὐτοῦ, ὅτι ἀπὸ ἀμυγδαλῆς οὔ σης τῆς ῥάβδου Ἀαρὼν ἀμύγδαλα καὶ οἱ καρποὶ ὡράθησαν. Ὅτι ὅσοι ἂν ἑαυτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, Ναζι ραῖοι οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον μὴ προσφερόμενοι. τούτους δέ, ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουράς, νέμεσθαι πρὸς τοὺς ἱερέας. καὶ οἱ κορβὰν αὐτοὺς ὀνο μάσαντες τῷ θεῷ (δῶρον δὲ τοῦτο σημαίνει) βουλόμενοι ἀφίεσθαι τῆς λειτουργίας, τοῖς ἱερεῦσι καταβαλεῖν τὸ ἀργύριον, γυναικὸς μὲν