44
τριάκοντα σίκλους, ἀνδρὸς δὲ πεντήκοντα. Ὅτι Βαλαὰκ πεσὼν ἐπὶ στόμα τὰ πάθη προύλεγεν, ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις 1.123 οὐδὲ οἰκεῖσθαί πως συνέβαινε τὴν ἀρχήν. ὑπέθετο δὲ καὶ τὸν τῶν Μαδιανιτῶν καὶ τὸν τῶν Μωαβιτίδων γυναικῶν δόλον. Ἀπὸ βιβλίου εʹ τοῦ αὐτοῦ, ὅτι οὐχ ὡς ἡ γραφὴ ἔχει, οὕτως ἐξηγεῖται Ἰώσηπος τὰ περὶ Σαμψών. ὅτι μὲν γὰρ ὄνου σιαγόνι χιλίους ἀπέκτεινε, λέγει, ὅτι δὲ ἐξ αὐτῆς ὕδωρ ἔβλυσεν, οὐ λέγει, ἀλλ' ὅτι μᾶλλον τοῦ τόπου ἀνωνύμου ὄντος, ἐκ τοῦ συμβάντος ἐπικληθῆναι ὁ σιαγών. ἐξ αὐτοῦ δὲ πηγὴν ἀναδοθεῖσαν κατά τινος πέτρας, ἡδεῖαν καὶ πολλὴν πόσιν διδοῦσαν κορέσαι τὸν Σαμ ψών, καὶ οὕτω μέχρι τοῦ δεῦρο καλεῖσθαι τὸ χωρίον. Βιβλίον ζʹ τοῦ αὐτοῦ, ὅτι ∆αβὶδ ἐκλαθόμενος τῶν Μωϋ σέως ἐντολῶν, ὃς προεῖπεν, ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος, ὑπὲρ ἑκάστης κεφαλῆς αὐτῷ τῷ θεῷ τελέσειεν ἡμίσικλον, προσέταξεν Ἰωὰβ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι, καὶ διὰ τοῦτο ἀπώλοντο χιλιάδες ἑβδομήκοντα τοῦ λαοῦ, ἕως οὗ θυσίας εἰρηνι κὰς ἐπενέγκας ∆αβὶδ κατεπράϋνε τὸ θεῖον. συνέβη δὲ ἐπ' ἐκεῖνον τὸν τόπον τελεσθῆναι τὰς θυσίας, ἐν ᾧ καὶ Ἀβραὰμ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν. Ὅτι τὰ περὶ τὸν ναὸν ∆αβὶδ ἡτοίμασεν ἅπαντα, ἐκωλύθη δὲ κτίσαι αὐτὸν διὰ τὸ μεμιάνθαι τῇ δεξιᾷ χειρὶ τῷ συχνοτέρῳ τῶν ἐχθρῶν φόνῳ. τρισχίλια δὲ τάλαντα χρυσίου κατέλιπεν εἰς τὴν τοῦ ναοῦ κτίσιν τῷ Σολομῶντι. Ὅτι συνετάξατο Σολομῶν βιβλία περὶ ᾠδῶν καὶ μελῶν πεν τακισχίλια, καὶ παραβολῶν καὶ εἰκόνων βίβλους τρισχιλίας· καθ' 1.124 ἕκαστον γὰρ εἶδος δένδρου παραβολὴν εἶπε, καὶ περὶ κτηνῶν καὶ τῶν ἐπιγείων ζῴων ἁπάντων καὶ τῶν πτηνῶν καὶ τῶν ἀερίων. παρέσχε δὲ αὐτῷ μαθεῖν ὁ θεὸς καὶ τὴν κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν τῶν ἀνθρώπων, ἐπῳδὰς δὲ συντάξαι ἐν αἷς παρηγο ρεῖται τὰ νοσήματα. καὶ τρόπους ἐξορκώσεων κατέλιπεν, οἷς ἐν δούμενα τὰ δαιμόνια, ὡς μηκέτι ἐπανελθεῖν, ἐκδιώκονται. καὶ αὐτὴ παρ' ἡμῖν νῦν ἡ θεραπεία πλεῖστον ἰσχύει. ἱστόρησα γάρ, φησὶν Ἰώσηπος, Ἐλεάζαρόν τινα, τῶν ὁμοφύλων Οὐεσπασιανοῦ, παρόντων καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου στρατιω τικοῦ πλήθους, τοὺς ὑπὸ δαιμόνων λαμβανομένους ἀπολύοντα τούτοις. ὁ δὲ τρόπος τῆς θεραπείας τοιοῦτος ἦν· προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον, ἔχοντα ἐπὶ τὴν σφραγῖδα ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομῶν, ἔπειτα ἐξῆλθεν ὀσφραινόμενον διὰ τῶν ῥινῶν τὸ δαιμόνιον. καὶ πεσόντος εὐθὺς τοῦ ἀνθρώπου μηκέτι εἰς αὐτὸν ὑποστρέφειν, ὅρκους Σολομῶντος μεμνημένον καὶ τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων. λέγει δὲ Ἰώσηπος ὅτι ϟδʹ ἔτη ἔζησεν ὁ Σολομῶν, ἐβασίλευσε δὲ ἔτη πʹ. Ἀπὸ βιβλίου δεκάτου τοῦ αὐτοῦ, ὅτι Ἠσαΐας ὁ προφήτης προλέγει τῷ βασιλεῖ Ἐζεκίᾳ πάντα τὸν πλοῦτον αὐτοῦ εἰς Βαβυ λῶνα μετατεθήσεσθαι, καὶ τοὺς ἐγγόνους εὐνουχισθησομένους, καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίων δουλεῦσαι βα σιλεῖ· καὶ ταῦτα προλέγειν τὸν θεόν. Ἐπεσημηνάμεθα δὲ καὶ τὴν τοῦ μακαρίτου Ἰὼβ βίβλον ἐν ἐπιτόμῳ, τὰς πραγματείας αὐτῆς ὡς οἷόν τε διὰ βραχέων ἐγκατα 1.125 λέξαντες εἰς ἀνάμνησιν τῶν εἰδότων ταύτης τὸν νοῦν. ὡς ἐν δρά ματι ἡ βίβλος τοῦ μακαρίου Ἰὼβ περιέχει πρόσωπα ἕξ, πρῶτον αὐτὸν τὸν δίκαιον Ἰώβ, δεύτερον Ἐλιφὰζ τὸν Θαιμανίτην, τρίτον Βαλδὰδ τὸν Σαυχίτην, τέταρτον Σοφὰρ τὸν Μιναῖον, πέμπτον Ἐλιοῦς τὸν Βουζίτην, ἕκτον τὸν δεσπότην θεόν. γίνονται δὲ με ταξὺ αὐτῶν διάλογοι κγʹ. πρωτολογεῖ δὲ Ἰώβ, πρὸς ἕκαστον τῶν τριῶν φίλων αὐτοῦ λέγων ὅτι ἔτρωσέ με ὁ ἰσχυρὸς βέλει· οἱ δὲ οὐκ ἀδίκως τὸν ἰσχυρὸν καὶ αἰώνιον τιτρώσκειν εἶπον. καὶ ἐν ταύτῃ τῇ ζητήσει γίνονται διάλογοι ἕξ. εἶτα πάλιν πρωτολογεῖ Ἰὼβ πρὸς αὐτούς, λέγων ἑκούσια παραπτώματα ἑαυτῷ μὴ γινώσκειν· οἱ δὲ ἀλαζονείαν αὐτοῦ καταψηφίζονται. καὶ γίνονται ἐν τῇ δευτέρᾳ ζητήσει διάλογοι ἓξ ἕτεροι. καὶ πάλιν πρωτολογεῖ Ἰὼβ λέγων πολ λοὺς τῶν ἀσεβῶν εὐθηνεῖν ἐν τῷ βίῳ· καὶ οὐχ ὑπέστησαν αὐτῷ οἱ φίλοι ἐν