45
τούτῳ ἀλλ' ἐσίγησαν, ὥστε γίνεσθαι ἕως ὧδε διαλόγους ιζʹ. οὐ γὰρ ἀποκρίνεται ὁ Σοφάρ, ἀλλὰ σιγᾷ. εἶτα Ἐλιοῦς ὁ Βουζίτης ὀργίζεται πρὸς Ἰὼβ καὶ τοὺς τρεῖς φίλους αὐτοῦ, ὅτι οὐ κατεδίκασαν αὐτὸν ἐν ἁμαρτίαις, καὶ ποιεῖται διάλογον ὀκτωκαι δέκατον. εἶτα ιθʹ ὁ θεός, διὰ λαίλαπος καὶ νέφους λέγων τῷ Ἰώβ "τίς οὗτος ὁ κρύπτων με βουλήν," καὶ τὰ τῆς δόξης καὶ ἰσχύος καὶ μεγαλωσύνης αὐτοῦ. εἶτα εἰκοστὸν πάλιν Ἰώβ, λέγων τό "ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τὸ δεύτερον οὐ προσθήσω." εἶτα πρῶ τον καὶ εἰκοστὸν πάλιν ὁ θεὸς ἐπιτιμᾷ τῷ Ἰὼβ λέγων "μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου." καὶ ὑποσημαίνει αὐτῷ τὴν 1.126 οἴησιν τῆς δυνάμεως τοῦ πονηροῦ, καὶ ὡς βοήθεια αὐτὸν ἐκνικᾷ θεία, καὶ ὅτι ἵνα ἀναφανῇς δίκαιος. εἶτα δεύτερον εἰκοστὸν πάλιν Ἰὼβ λέγων ὅτι πρότερον μὲν ἀκοῇ ὠτὸς ἤκουόν σου, νυνὶ δὲ μᾶλ λον ἐνωτισθείς σου τοὺς λόγους ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν. εἶτα τρίτον καὶ εἰκοστόν, ἐπιτιμία τοῦ δεσπότου θεοῦ πρὸς τοὺς τρεῖς φίλους Ἰώβ, κελεύουσα αὐτοὺς θῦσαι τῷ θεῷ ὑπὲρ ἀνομίας αὐτῶν καὶ ἐξαιτήσασθαι περὶ τῆς ἀνομίας αὐτῶν εὐχὴν καὶ συγχώ ρησιν παρὰ Ἰώβ. ἦν δὲ Ἰὼβ πεμπτὸς ἀπὸ Ἀβραάμ, ἐκ γένουςἨσαῦ, συγγενὴς Ἰοθὸρ πενθεροῦ Μωϋσέως· ἡ δὲ πέμπτη γενεαλογία λαμβάνεται οὕτως, Ἀβραὰμ Ἠσαῦ Ῥαγουὴλ ΖαρὲἸώβ. Ἐν τοῖς χρόνοις τῶν βασιλέων Αἰγύπτου τῶν προγεγραμμέ νων ἐφάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογενὴς φιλόσοφος, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἐνδυμίων, ὅστις μυστικὰς εὐχὰς λέγων ἐν τῇ σελήνῃ ᾔτει αὐτὴν μαθεῖν παρ' αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ὕπνωσε, καὶ ἤκουσε τὸ θεῖον ὄνομα ἐν ὁράματι. καὶ οὐκέτι ἀνέστη, ἀλλὰ ἔστι τὸ λείψα νον αὐτοῦ ἕως τοῦ νῦν ἐν τῇ Καρίᾳ νεκρὸν δονούμενον· καὶ κατ' ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσιν αὐτοῦ τὸ λείψανον δονούμενον νεκρόν, ὡς λέγουσι. περὶ οὗ φασὶ τὴν σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα. Ὅτι ἐν Ἀσιρὼθ καταγογγύζει Ἀαρὼν καὶ Μαριὰμ κατὰ Μωϋσέως. ἔχει δὲ αὐταῖς λέξεσιν ᾧδε. καὶ ἐλάλησε Μαριὰμ 1.127 καὶ Ἀαρὼν κατὰ Μωϋσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωϋσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. καὶ εἶπον «μὴ Μωϋσῇ μόνῳ ἐλάλησεν ὁ κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε;» καὶ ἤκουσε κύριος. καὶ ὁ ἄνθρωπος Μωϋσῆς πράως σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. καὶ εἶπε κύριος πα ραχρῆμα πρὸς Μωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ «ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.» καὶ ἐξῆλθον οἱ τρεῖς ἐκεῖσε. καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθη Μωϋσῆς καὶ Ἀα ρών, καὶ ἐξῆλθον ἀμφότεροι, καὶ εἶπε πρὸς αὐτούς «ἀκούσατε τὸν λόγον μου. ἐὰν γένηται προφήτης ὑμῖν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. οὐχ οὕτως ὡς θεράπων μου Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι. στόμα πρὸς στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν κυρίου εἶδε. καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ;» καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ' αὐτούς. καὶ ἀπῆλθον, καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών. καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. καὶ εἶπεν Ἀαρὼν πρὸς Μωϋσῆν «δέομαι, κύ ριε, μὴ συνεπιτεθῇ ἡμῖν ἡ ἁμαρτία, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν. μὴ γένηται ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα ἐκπο ρευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίῃ τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» καὶ ἐβόησε Μωϋσῆς πρὸς κύριον, λέγων «ὁ θεός, δέο μαί σου, ἴασαι αὐτήν.» καὶ εἶπε κύριος πρὸς Μωϋσῆν «εἰ ὁ πατὴρ 1.128 αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσε ται; ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.» καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβο λῆς ἑπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μα ριάμ. καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἀσιρώθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ Φαράν. ἡνίκα δὲ ἦλθεν ὁ λαὸς εἰς τὸ Σινᾶ ὄρος, τελευτᾷ Μαριὰμ ἡ ἀδελφὴ Μωϋσέως. εἶτα παρευθὺ