46
γίνεται γογγυσμὸς τοῦ λαοῦ διὰ τὸ δίψος, καὶ παρώξυνε Μωϋσῆς καὶ Ἀαρὼν τὸν θεὸν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. καὶ ὀργισθεὶς κύριος· εἶπεν «ἀνθ' ὧν οὐκ ἐδοξάσατέ με ἐνώπιον Ἰσραήλ, οὐκ εἰσάξετε τὸν λαὸν ὑμεῖς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.» τελευτᾷ δὲ Ἀαρὼν ἀνελθὼν εἰς τὸ ὄρος Ὤρ, ἐπιτιμίαν θανάτου δεξάμενος διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. μετὰ δὲ τὸ ὕδωρ τῆς ἀντιλογίας κατ έρχεται ὁ λαὸς εἰς Ἐδώμ, καὶ καταγογγύζει θεοῦ καὶ Μωϋσέως. καὶ ἀπέστειλεν ὁ θεὸς τοὺς ὄφεις, καὶ ἐθανάτουν τὸν λαόν. καὶ λοιπὸν γίνεται τὸ χαλκούργημα τοῦ ὄφεως προστάξει θεοῦ. Ὅτι ἐν τῇ δευτέρᾳ ἐξαριθμήσει, ἡνίκα Μωϋσῆς καὶ Ἐλεά ζαρ ἠρίθμησαν τὸν λαόν, οὐχ εὑρέθη ἄνθρωπος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωϋσῆς καὶ Ἀαρὼν ἠρίθμησαν τοὺς ἀπὸ εἴκοσιν ἐτῶν καὶ ἐπέκεινα, ὅτι εἶπε κύριος αὐτοῖς «θανάτῳ ἀποθα νεῖσθε διὰ τοὺς γογγυσμοὺς ὑμῶν.» οἱ γὰρ περὶ τὸν Μωϋσέα καὶ Ἐλεάζαρ, ὡς Λευῖται, οὐδὲ τὸ παλαιὸν συνηριθμήθησαν ταῖς λοιπαῖς φυλαῖς, ὁ δὲ Ἰησοῦς Βενιαμίτης ἦν, ὁ δὲ Χάλεβ ἐκ τῆς 1.129 τοῦ Ἰούδα. σημείωσαι δὲ ὅτι καὶ οἱ κατὰ ὕφεσιν τῶν εἴκοσιν ἐτῶν οὐκ ἐστερήθησαν τῆς γῆς τῆς ἐπαγγελίας, οὐδὲ οἱ φθάσαντες ζῆν τῶν Λευιτῶν. ἐνταῦθα δὲ κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος Ναβάν, καὶ ἐλέγχεται καὶ αὐτός, ὡς ἀδελφὸς αὐτοῦ, διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. διὸ καὶ τῆς γῆς τῆς ἐπαγγελίας ἐστέρη ται, καὶ τελευτᾷ ἐκεῖ ἐτῶν ἑκατὸν εἴκοσιν. Ὅτι τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων καὶ τοῦ Ὢγ βασιλέως τῆς Βασὰν τὰς πόλεις καὶ πᾶσαν τὴν χώραν τῶν δύο βα σιλέων πέραν τοῦ Ἰορδάνου δέδωκε Μωϋσῆς εἰς κατάσχεσιν τῷ Ῥουβεὶμ καὶ ∆ὰν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, μετὰ τὸ λαβεῖν αὐτὸν ἀπόφασιν ἀνελθεῖν ἐν τῷ ὄρει καὶ τελευτῆσαι. Ὅτι παρερχόμενοι οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ ὄρους Σιὴρ προσ τάσσονται ὑπὸ τοῦ θεοῦ ἄρτον καὶ ὕδωρ πρίασθαι παρὰ τῶν Ἰδουμαίων τῶν υἱῶν Ἠσαῦ, διότι εἶπεν αὐτοῖς ὁ θεός "οὐ κληρονομήσετε ἐκ τῆς γῆς τῶν Ἠσαῦ οὐδὲ βῆμα ποδός, ὅτι ἀδελφοὶ ὑμῶν εἰσίν." ἀποτρέπονται δὲ ὑπὸ θεοῦ ἐκ τῆς γῆς τῶν Μωαβι τῶν καὶ τῶν πόλεων αὐτῶν διὰ Λὼτ τὸν προπάτορα αὐτῶν. Ὅτι ἐν τῇ δευτέρᾳ νομοθεσίᾳ λέγει Μωϋσῆς "τὰ ἅγια δέκα ῥήματα ταῦτα ὑμεῖς ἀκούσατε ἐκ μέσου τοῦ πυρός," ὥστε καὶ πρὸ τοῦ γραφῆναι αὐτὰ ἐν πλαξὶν ἐξεδόθησαν ὑπὸ τῆς θείας φω νῆς. οὐ γὰρ φωνὴν ἄσημον ἀλλ' ἔναρθρον ἤκουσεν ὁ λαὸς ἐκ μέσου τοῦ πυρὸς ἐν Σινᾷ, καθὼς γέγραπται "καὶ τὰ ῥήματα αὐ 1.130 τοῦ ἤκουσεν ἐκ μέσου τοῦ πυρός." ταῦτα δέ εἰσι τὰ ἅγια ῥήματα τοῦ νόμου, ἃ ὕστερον ἐνεχάραξεν ἐν πλαξίν. Ὅτι Μωϋσῆς πʹ ἐτῶν ὢν ἡγεῖται τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἑβραίων ἔθνους, συνῆν τε αὐτοῖς νομοθετῶν ἐπὶ τῆς ἐρήμου ἔτη μʹ. Ἀπὸ βʹ βιβλίου Ἰωσήπου τῆς ἀρχαιολογίας, ὅτι Φαραὼ ὑπὸ τὴν αὐτὴν ὥραν ἐθεάσατο καὶ τὰς τῶν ἐνυπνίων ὄψεις καὶ τὰς ἐξηγήσεις αὐτῶν. ἀλλὰ τῶν ἐξηγήσεων ἐπιλαθόμενος τὸν ταύ τας ἀναμνήσοντα ἐζήτει. ὅτι ἐν τοῖς ἑπτὰ τῆς εὐθηνίας ἔτεσιν οὐ προῄσθοντο Αἰγύπτιοι τὸν ἑπταετῆ λιμόν. ὅτι τῶν ἱερογραμματέων τις ἀναγγέλλει τῷ βασιλεῖ Φαραὼ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰ γυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς. διὸ καὶ γνώμῃ αὐτοῦ κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥίπτεσθαι. ἀλλὰ κρατήσειε δ' ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης, οὐδ' ὁ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος. ὅτι ὁ πατὴρ Μωϋσέως κατὰ τοὺς ὕπνους πάντα τὰ κατὰ Μωϋσέα καὶ Ἀαρὼν συμβησόμενα ἐκ θεοῦ προδιδάσκεται καὶ τῇ αὐτοῦ γυναικὶ Ἰοχάβεδ φανεροῖ. ὅτι Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ἀνελομένη Μωϋσέα κελεύει γύναιον ἀχθῆναι καὶ θηλὴν τῷ παιδίῳ παρασχεῖν· πολλῶν δὲ ἀχθεισῶν μὴ προσιεμένου Μωϋσέως παρε στῶσα Μαριὰμ εἶπεν "εἰ τῶν ὁμοφύλων αὐτῷ γυναικῶν Ἑβραΐδων ποιήσειας ἀχθῆναι, τάχα ἂν προσίεται θηλήν." διὸ καὶ κελευ 1.131 σθεῖσα ἄγει τὴν αὐτοῦ μητέρα, καὶ τὸ παιδίον ἀσμένως προσφύε ται τῇ θηλῇ. ὅτι φιλοφρονούμενος Φαραὼ τῇ ἰδίᾳ θυγατρὶ ἐπι τίθησι Μωϋσῇ τὸ διάδημα, ὁ δὲ διὰ