47
νηπιότητα καταφέρει αὐτὸ εἰς γῆν καὶ τοῖς ποσὶν ἐπιβαίνει. τοῦ δὲ προδηλωθέντος ἱερογραμ ματέως τοῦτο θεασαμένου καὶ ἀνελεῖν ἐπιχειρήσαντος ἡ Θέρμουθις ἐξαρπάσασα διεσώσατο. ὅτι χειροήθεις οὖσαι αἱ ἴβεις πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἀγρίως ἔχουσι, καὶ δεινῶς ἀναρπαζόμεναι κατεσθίουσιν ἐλάφων μᾶλλον. ὅτι φθειρῶν ἄπειρόν τι πλῆθος τοῖς Αἰγυπτίοις ἐξήνθησεν, ἔνδοθεν ἀναδιδόμενον καὶ κακῶς δια φθεῖρον αὐτοὺς καὶ ὑπὸ μηδενὸς διαφθειρόμενον φαρμάκου. ὅτι ἐξελθόντες οἱ Ἑβραῖοι ἀπὸ Αἰγύπτου πεφυρμένοις ἀλεύροις καὶ πεπηγόσιν ἐπὶ λʹ ἡμέραις διετράφησαν σπανίως· ὅθεν καὶ εἰς μνή μην τῆς τότε ἐνδείας ἑορτὴν ἄγουσιν ἐφ' ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην· ἐξῆλθον δὲ μετὰ ἔτη τετρακόσια τριάκοντα. ὅτι τὸ τῶν ὀρτύγων γένος τρεφόμενον πλῆθος εἰς τὸν Ἀράβιον κόλπον ἐφίπταται, τὴν μεταξὺ θάλασσαν ὑπερελθόν, καὶ ὑπὸ κό που τε ἅμα τῆς πτήσεως καὶ πρόσγειον μᾶλλον τῶν ἄλλων ὂν κατεφέρετο εἰς τοὺς Ἑβραίους. ὅτι τὸ μάννα παρήγγελτο ἐξ ἴσου πᾶσιν ἀσσάρωνα (τοῦτο δέ ἐστι μέτρον) εἰς ἑκάστην ἡμέραν συλ λέγειν, ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς βρώματος, ἵνα μὴ τοῖς ἀδυ νάτοις ἄπορον ᾖ τὸ λαμβάνειν δι' ἀλκὴν τῶν δυνατωτέρων πλεονε κτούντων περὶ τὴν ἀναίρεσιν.
1.132 Ὅτι ἐπὶ σταθηρᾷ μεσημβρίᾳ τῆς ἐπὶ τῆς βάτου θεοφανείας ἀξιοῦται Μωϋσῆς, καὶ τῶν ὁμοφύλων τὴν ἡγεμονίαν καὶ μὴ θέλων ἐγχειρίζεται, σημείοις τε καὶ τέρασι καθοπλισθείς, καταλιπὼν Ἰοθὸρ τὸν πενθερὸν αὐτοῦ ἢ γαμβρὸν (δισσῶς γὰρ καλεῖται) εἰς Αἴγυπτον ἅμα δυσὶ παισὶ Γηρσὰμ καὶ Ἐλιέζερ, καὶ γυναικὶ τῇ Σεπφόρᾳ, ᾗ καὶ ἐπιστὰς ἄγγελος θάνατον ἠπείλησεν. ἀλλὰ τοῦ τον ἱλεώσατο καίπερ ἀλλόφυλος οὖσα ἡ γυνὴ τῷ τῆς περιτομῆς τοῦ παιδὸς αἵματι. συναντᾷ δὲ αὐτῷ καὶ Ἀαρὼν θεόθεν σταλείς, καὶ τὴν τῶν σημείων ἐπιβεβαιοῦται δύναμιν. ὅθεν καὶ τῷ Φαραὼ μετὰ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν ἀνθισταμένοις πρώτην πληγὴν ἐπήνεγκε, πᾶν ὕδωρ εἰς αἷμα ποιήσας· Μωϋσεῖ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις καθαρὸν ἦν καὶ πινόμενον. ἔνθεν γὰρ καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἑβραίοις εὑρισκόμενον ὕδωρ αἷμα δοκεῖν φαίνεσθαι. τὸ δὲ αὐτὸ νοεῖται καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυπτίους μὲν πάντας τῷ πάθει μαστί ζεσθαι, μόνην δὲ τὴν γῆν τῶν Ἑβραίων καθαρεύειν τοῦ πάθους. τρίτη πληγὴ ἡ τῶν σκνιπῶν, τετάρτη ἡ τῆς κυνομυίας, πέμπτη θάνατος κτηνῶν, ἕκτη ὁ αἰθαλώδης κονιορτός, ἑβδόμη αἱ φλυ κτίδες τῆς χαλάζης, ὀγδόη ἡ ἀκρίς, ἐννάτη τὸ ψηλαφητὸν σκό τος, δεκάτη θάνατος τῶν πρωτοτόκων. Ἡ δεκάλογος. αʹ. ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγα γών σε ἐκ γῆς Αἰγύπτου. βʹ. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα. γʹ. οὐ λήψῃ τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ κενῷ· οὐ γὰρ μὴ καθαρίσει κύριος 1.133 τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ. μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. ϛʹ. οὐ μοιχεύσεις. ζʹ. οὐ φονεύσεις. ηʹ. οὐ κλέ ψεις. θʹ. οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου. ιʹ. οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου ἢ τὴν οἰκίαν ἢ τὸν ἀγρὸν ἢ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην ἢ τὸν βοῦν ἢ τὸ ὑπο ζύγιον αὐτοῦ ἢ πᾶν κτῆνος αὐτοῦ, οὔτε ὅσα τοῦ πλησίον σου ἐστίν. Αὕτη δὲ ἡ δεκάλογος τῶν γενικῶν ἐντολῶν ἐστὶν ἡ διάταξις. ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινὶ καὶ ἐνάρθρῳ φωνῇ διατέ τακται, ὁρῶντος τοῦ λαοῦ καὶ ἀκούοντος· ἧς τὸ καταπληκτικὸν καὶ ἀκοαῖς δυσάντητον μὴ φέροντες ᾔτησαν διὰ Μωϋσέως τὰ λοιπὰ τῶν ἐφεξῆς εἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομο θετηθέντα λαληθῆναι· ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκου σίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πα τάξεως ἐν μάχαις πρὸς θάνατον ἢ ζωήν, ἐλεύθερος πρὸς ἐλεύθε ρον καὶ δεσπότης πρὸς δοῦλον, καὶ ἀνδρὸς πρὸς ἔγκυον γυναῖκα, ἐκβολῆς ὀφθαλμῶν δούλου καὶ δούλης, κερατισμοῦ