48
ταύρου πρὸς ταῦρον, κλοπῆς μόσχου, καὶ θανῆς κλέπτου ἐν τῷ διορύγματι, κατὰ ἐμπρησμοῦ βοσκημάτων καὶ ἅλωνος, κατὰ παρακαταθήκης ἀργυρίου ἢ χρυσίου, καὶ ὑποζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τοῦ πλησίον, φθορᾶς παρθένων καὶ θανάτου φαρμάκων, κτηνοβασίας καὶ θυσίας εἰδώλων, κακώσεως προσηλύτου καὶ ὀρ 1.134 φανῶν καὶ χηρῶν δανειζομένων, κακολογίας εἰς θεὸν καὶ ἄρχοντα τοῦ λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἁγίους τῷ θεῷ, κρέας θηριάλωτον μὴ ἐσθίειν ἀλλὰ κυσὶν ἀπορρίπτειν, μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν, μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μὴ ἐλεῆσαι πτωχὸν ἐν κρίσει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πλανώμενον τὸν εὑρίσκοντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ διαστρέφειν κρίσιν πένη τος δικαίαν, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναι ρεῖν ἀθῶον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμ βάνειν ὡς ἐκτυφλοῦντα τοὺς βλέποντας καὶ τὸ δίκαιον λυμαινό μενα, προσήλυτον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἄφεσιν παρέχειν αὐτῇ εἰς ἀπόλαυσιν πτωχῶν ἢ θηρίων, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα, φιλανθρωπίαν ἐκπαι δεύειν αὐτούς. κατὰ τοῦτο δὲ τὸ ἔτος καὶ ἄφεσις ὀφλημάτων ἐγίνετο, καὶ τῶν δουλευόντων Ἑβραίων ἐλευθερία, καὶ τὸν ἰωβη λαῖον ἀργεῖν ἐνομοθέτησεν. ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. ἰωβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος, ἐν ᾧ κελεύει καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα καὶ τὰς ἐν αὐτῷ οἰκίας, καὶ χρεῶν ἀποκοπὰς καὶ παίδων ὠνητῶν ἐλευθε ρίας. ἓξ ἡμέρας ἐργάζεσθαι τὴν ἑβδομάδα, τῇ δὲ ἑβδόμῃ ἀνα παύεσθαι. ὀνόματι θεοῦ ἀλλοτρίου μὴ ὀμνύειν, μήτε προφέρειν διὰ στόματος. τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν, τὴν ἑορτὴν 1.135 τῶν ἀζύμων πρώτην ἑπτὰ ἡμέρας τῷ μηνὶ τῷ νέῳ ἤτοι κατὰ τὴν πρώτην πανσέληνον τοῦ ἔαρος, δευτέραν ἑορτὴν θερισμοῦ πρωτο γεννημάτων, καὶ τρίτην συναγωγὴν ἔργων τοῦ ἀγροῦ συντελείας ἀπὸ ἐξόδων ἐνιαυτοῦ, ἀναμιμνήσκων αὐτοὺς διὰ τοῦ μὲν πάσχα τῆς ἐξ Αἰγύπτου ἐξόδου, διὰ δὲ τῆς πεντηκοστῆς τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου, διὰ δὲ τῆς σκηνοπηγίας τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς· ἐν σκηναῖς γὰρ οἰκοῦντες τεσσαράκοντα διετέλεσαν ἔτη. μὴ ὀφθῆναι κενὸν ἐναντίον κυρίου, καὶ πᾶν ἀρσενικὸν ὀπτάνεσθαι ἐνώπιον κυρίου κατὰ τὰς τρεῖς ἑορτὰς ταύτας. μὴ θύειν ἐπὶ ζύμῃ αἷμα θυσιάσματος κυρίου, ἀλλ' ἐπ' ἀζύμοις. μὴ μένειν ἕως πρωῒ στέαρ τῆς ἑορτῆς. καὶ τὰς ἀπαρχὰς τῶν πρώτων γεννημά των τῆς γῆς εἰσάγειν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐφ' ἅπασι. μὴ ἕψειν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. ταῦτα τὰ δικαιώματα τοῦ θεοῦ Μωϋσῆς ἐλθὼν ἀπήγγειλε τῷ λαῷ μετὰ καὶ ἄλλων τινῶν θείων παραινέσεων. καὶ ἀπεκρίθη μιᾷ φωνῇ πᾶς ὁ λαός, καὶ εἶπε "πάντας τοὺς λόγους κυρίου ποιήσομεν καὶ ἀκουσόμεθα," καὶ ἐγράφη ταῦτα πάντα. Ὅτι Μωϋσῆς λαβὼν παρὰ θεοῦ δόξαν, ἐν τῷ προσώπῳ κάλυμμα τιθεὶς ἐπὶ τεσσαράκοντα χρόνοις διελέγετο τοῖς Ἰου δαίοις· οὐ γὰρ ἠδύναντο ἀτενίζειν εἰς αὐτόν. εἰσιόντος δὲ πρὸς κύριον περιῃρεῖτο τὸ κάλυμμα, ὥσπερ καὶ τοῖς κατὰ σάρκα μὲν τὸν νόμον ἀναγινώσκουσι κάλυμμα πωρώσεως ἐπίκειται τοῦ μὴ ἐπιγνῶναι τὴν δόξαν τοῦ Χριστοῦ, τοῖς δὲ διὰ τοῦ πνεύματος 1.136 εἰσιοῦσι τὸ κάλυμμα τῆς ἀγνοίας ἀφαιρεῖται. ἀληθῶς δὲ τὰ ὀπί σθια τοῦ θεοῦ, τὴν σάρκωσιν τοῦ μονογενοῦς, ἐπὶ τοῦ Θαβωρίου εἶδε Μωϋσῆς ὡς ἐπὶ πέτρᾳ τεθεὶς καὶ σκεπασθεὶς τῷ Χριστῷ· παρερχόμενον δὲ ἐν δόξῃ εἶδεν οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον θεόν. Ὅτι αἱ μὲν πρῶται πλάκες χειρὶ θεοῦ λελάξευνται καὶ γε γράφαται, αἳ συντριβῆναι συγκεχώρηνται, ὅτι τύπος ἦσαν αὗται τοῦ πρώτου καὶ κατὰ τὸ γράμμα νόμου, ὥσπερ αἱ δεύτεραι ἃς Μωϋσῆς ἐλάξευσε καὶ ἔγραψε, τύπος ἦσαν σαφὴς τοῦ δευτέρου καὶ κατὰ πνεῦμα νόμου. ὥσπερ καὶ λαὸς ὁ πρῶτος ὁ μοσχοποιή σας τὸν πρῶτον ἐτύπου