49
Ἰσραήλ, διὸ καὶ ἐν ὀργῇ θεοῦ καὶ αὐτὸς καὶ ὁ πρὸς αὐτὸν παλαιὸς διεσκεδάσθη νόμος. ὁ λαὸς δὲ ὁ δεύ τερος τὸν νέον καὶ κατὰ Χριστὸν εἰκόνιζεν Ἰσραήλ, διὸ καὶ ἐν δόξῃ τοῦ προσώπου Μωϋσέως τὰς δευτέρας εὐλαβῶς ὑπεδέδεκτο πλάκας, καὶ ταύτας ἀφθάρτους ἐν τῇ τοῦ μαρτυρίου ἀποθέμενος ἐφύλαξε κιβωτῷ. Ὅτι ἀπὸ μὲν τῶν κτηνῶν ὁ βοῦς καὶ τὸ πρόβατον καὶ τὸ αἰγίδιον, ὡς ἥμερα καὶ καθαρὰ καὶ εἰκόνα τῶν τοῦ Χριστοῦ τυ ποῦντα προβάτων, εἰς θυσίαν καὶ ὁλοκαύτωσιν τῷ νόμῳ παρεί ληπται, ἀπὸ δὲ τῶν πτηνῶν μόνα τρυγὼν καὶ περιστερά, τὸ μὲν ὡς φίλαγνον καὶ φιλήσυχον, τὸ δὲ ὡς φιλάλληλον καὶ φιλάνθρω πον, καὶ ἄμφω ὡς καθαρὰ καὶ ἀκέραια καὶ ἁγίων ψυχῶν ἰδιότη τας χαρακτηρίζοντα, εἰς θυσίαν καὶ ὁλοκαύτωσιν τῷ νόμῳ ἐξεί λεκται καὶ παρείληπται.
1.137 Ὅτι τὴν ἐρυθρὰν οἱ μὲν εἰς δώδεκα τομὰς λέγουσι κοπῆναι, καθὼς καὶ ὁ μέγας Χρυσόστομος ἑκάστῃ φυλῇ λέγει δίοδον ἰδίαν παρεχομένην, οἱ δὲ εἰς μίαν διὰ τὸ μίαν πληγὴν τὸν Μωϋσῆν τῇ θαλάσσῃ δεδωκέναι. ὅτι τῶν Ἰσραηλιτῶν τῆς θαλάσσης ἐξελθόν των τοὺς Αἰγυπτίους ἡ θάλασσα ἐκβράσασα νεκροὺς αὐτοῖς παρα δίδωσιν· οὓς καὶ σκυλεύσαντες βουνοὺς πεποιήκασιν, καὶ ἡ γῆ χάνασα τούτους κατέπιε, κατὰ τὸ εἰρημένον "ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ." ἐλθόντες δὲ εἰς Ἐλὴμ εὗρον δεκαδύο πηγὰς ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, οἵτινες ἦσαν τύποι τῶν Χριστοῦ μαθητῶν, αἱ μὲν δώδεκα πηγαὶ τῶν δεκαδύο κορυφαίων, οἱ δὲ ἑβδομήκοντα φοίνικες τῶν τούτων φοιτητῶν, μεθ' ὧν τὴν οἰκουμένην ποτίσαντες τὴν γλυκεῖαν καὶ στερεὰν τρο φὴν τῆς θεογνωσίας τῷ κόσμῳ ἐπώμβρησαν. τὸ δὲ μάννα αὐτοῖς δοθὲν πᾶσιν ἴσον συνήγετο, καὶ δυνατῷ καὶ ἀσθενεῖ· ὁπόσον γὰρ τῷ ἰσχυρῷ προεθυμήθη συναχθῆναι, γομὸρ συνήγετο, ὅπερ ἐστὶν οὐγγίαι τριακονταδύο ἥμισυ, καὶ τῷ καταρραθυμήσαντι γομὸρ συνήγετο. καὶ εἰ εἰς τὴν αὔριον ἐφυλάχθη, διὰ σκωληκῶν ἐφθεί ρετο, ἐκτὸς τῶν σαββάτων· τὸ γὰρ τῇ παρασκευῇ συναγόμενον καὶ τῷ σαββάτῳ διεφυλάττετο ἀβλαβές. τύπος δὲ ἦν τοῦτο τὸ ἀδιάφθορον δηλῶν τοῦ δεσποτικοῦ σώματος κατὰ τὸν καιρὸν τῆς ταφῆς, σταυρῷ μὲν καὶ ἥλοις καὶ λόγχῃ φυσικῶς πεπονθὸς ὁμοιο παθῶς ἡμῖν, διαφθορὰς δὲ καὶ διάλυσιν μηδ' ὅλως ὑπομεμενη 1.138 κός. προτυποῖ δὲ τὸ μάννα καὶ τὴν πάναγνον θεομήτορα καὶ τὸν κατ' ἀρετὴν βίον. τοῦτο τὸ μάννα ἔφαγον Ἑβραῖοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ γὰρ ἡ πᾶσα ὁδὸς τῆς ἀπὸ Αἰγύπτου ἐξε λεύσεως τῶν Ἑβραίων, ἀπὸ Κάδδης βαρνῆ ἕως φάραγγος Σαρέθ, μὴ οὖσα πλέον τῶν πεντήκοντα ἡμερῶν, αὐτοῖς καταρεμβομένοις ὑπὸ θεοῦ, ἐν ληʹ χρόνοις διήνυσται. Ὅτι πολεμούντων τῶν Ἰσραηλιτῶν τὸν Ἀμαλὴκ διὰ Ἰησοῦτοῦ Ναυῆ, ὃς πρὸ τούτου Ναύσης ἐκαλεῖτο, Μωϋσῆς τὰς χεῖρας σταυροειδῶς ἐξέτεινε, καὶ ἐκράτησεν ὁ Ἰσραὴλ τοῦ Ἀμαλήκ. ἐπὰν δὲ ἀτονήσας καθῆκεν αὐτάς, ἐκράτει ὁ Ἀμαλήκ. τότε Ἀαρὼν καὶ Ὢρ ὑποθέντες ταῖς χερσὶν αὐτοῦ πέτρας ἐφύλαξαν αὐτὸν ἕως δύσεως ἡλίου. ὅθεν καὶ κατετροπώσατο Ἰησοῦς τὸν Ἀμαλήκ, ἀποκτείνας αὐτὸν μαχαίρᾳ. Ὅτι Φορωνεὺς ὁ παῖς Ἰνάχου καὶ Νιόβης πρῶτος λέγεται παρ' Ἕλλησι νόμους καὶ κριτήρια θέσθαι. ἡ δὲ Κρήτη ἀπὸ Κρητός τινος ἄρξαντος ἐκεῖσε ὠνόμασται. Ὅτι ἡ Σκυθόπολις Βασὰν ἐλέγετο πρότερον. Ἕως ὧδε ἡ πεντάβιβλος περιέχει ἱστορίαν τε καὶ πρᾶξιν ἀπὸ τοῦ Ἀδὰμ ἐτῶν τρισχιλίων ὀκτακοσίων ἑξηκονταεπτά. Ὅτι ἀπὸ τοῦ νέου σίτου προφέρει ἡ ἁγία πόλις τὸ ἅγιον πάσχα, τὴν προσφορὰν ἐν τῇ θείᾳ μυσταγωγίᾳ. Ὅτι τὴν κατασκευὴν τῆς κιβωτοῦ πᾶσαν καὶ τὴν στολὴν τοῦ ἱερέως καὶ τῶν ἐν αὐτῇ πάντων, τῆς τε πόρπης, ἥτις ἐστὶ φίβλα 1.139 ἢ περόνη, καὶ τοῦ λογείου, ὅπερ ἔκειτο ἐπὶ τοῦ στήθους τοῦ ἀρ χιερέως διὰ δώδεκα λίθων, σημαινόντων διὰ μὲν τῆς αὐγῆς τὰ χρηστὰ διὰ δὲ τῆς ἐπισκοτώσεως τὰ δεινά, εἰς τὸ Σινᾶ ὄρος ὀφθαλμοφανῶς ἐθεάσατο Μωϋσῆς, καὶ κατὰ ταῦτα ᾠκοδόμησεν τὴν κιβωτὸν καὶ τὰ ἐν αὐτῇ. τότε καὶ τὰς πλάκας τὰς πρώτας ἔλαβε, καὶ τοῦ θεοῦ ἤκουσεν ὀργιζομένου καὶ λέγοντος "ἔασόν