50
με ἐκτρῖψαι αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρόν." αὐτὸς δὲ δεηθεὶς ἐξιλάσατο τὸν θεόν, καὶ κατελθὼν τὸν μὲν μόσχον κατέκαυσε πυρί, καὶ κατήλεσεν αὐτὸν λεπτὰ καὶ ἔσπειρεν ἐπὶ τοῦ ὕδατος, καὶ ἐπότισε τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἐμφυλίῳ πολέμῳ τὸν θεὸν ἱλεωσάμενος, πάλιν ἑτέρας τεσσαράκοντα ἡμέ ρας νηστεύσας, ἄνεισιν εἰς τὸ ὄρος καὶ τὰς δευτέρας πλάκας λαμ βάνει. τότε εἶδε καὶ τὴν δόξαν κυρίου παρὰ τῇ ὀπῇ τῆς πέτρας καθίσας, καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ. ὀπίσθια δὲ θεοῦ χρὴ νοεῖν τὰς θείας οἰκονομίας καὶ ἐνεργείας, πέτραν δὲ τῆς πί στεως τὸ στερρὸν καὶ ἀκράδαντον, ὀπὴν δὲ τῆς πέτρας τὸν τῆς πίστεως ὀφθαλμόν (διὰ τοῦτο γὰρ οἱ κατὰ Μωϋσέα θεωροῦσι τὰ ἀνέφικτα καὶ ἀθέατα), κάλυμμα δὲ τὴν ἀπιστίαν· ἡνίκα γὰρ ἄν θρωπος πιστεύσῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα, ὥς φησιν ὁ ἀπόστολος. τότε κατασκευάζει καὶ τὴν κιβωτὸν διὰ Βεζελεὴλ υἱοῦ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως, καὶ Ὢρ τοῦ συνόν τος καὶ Ἀαρών, ὅτε τὰς χεῖρας ἀνεῖχον Μωϋσέως κατὰ τοῦ Ἀμαλήκ. ἐτελειώθη δὲ τὰ ἔργα τῆς σκηνῆς ἐν ἑπτὰ μησί, καὶ τῇ 1.140 πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη· ὅπερ καὶ ἡ γραφὴ μαρτυρεῖ ἐν τῇ τρίτῃ τῶν Λευιτικῶν. τῷ δὲ δευτέρῳ μηνὶ ἐγένετο ἡ ἐξαρίθμησις τοῦ λαοῦ, καὶ εὑρέθη ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καθὼς ἡ τετάρτη βίβλος τῶν ἀριθ μῶν λέγει, μυριάδες ἑξήκοντα καὶ #22γφνʹ, χωρὶς τῶν Λευιτῶν· οἱ δὲ Λευῖται ἀριθμηθέντες εὑρέθησαν χιλιάδες κβʹ. τῷ τεσσαρα κοστῷ ἔτει τῆς ἐξόδου Ἀαρὼν ἐτελεύτησεν ρκγʹ ἐτῶν, καὶ Μωϋ σῆς προχειρίζεται Ἐλεάζαρ τὸν υἱὸν Ἀαρών. Μωϋσῆς δὲ τῷ ιαʹ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου, ἑκατοστῷ δὲ εἰκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντα τὸν λαόν, ἀναβὰς εἰς τὸ ὄρος Ναβὰν ἤτοι Ἀμβρείμ, κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἱεριχώ, καὶ κατοπτεύσας τὴν γῆν τὴν ἐπηγγελμέ νην αὐτῷ τῷ Ἰσραήλ, ἐτελεύτησε, καὶ οὐκ εἶδεν οὐδεὶς τὸν τάφον αὐτοῦ, καὶ οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθά ρησαν τὰ χείλη αὐτοῦ. ἐπείραζε δὲ αὐτὸν ὁ διάβολος ὡς ἡμαρ τηκότα τῷ θεῷ συνελκύσαι μετὰ τῶν ἁμαρτωλῶν. ἀλλ' ἀρχαγ γελικῇ διεκρούσθη χειρὶ ὡς προπετὴς καὶ θρασὺς καὶ τῶν τοῦ θεοῦ φίλων δυσμενής. ἐγένετο δὲ νεφέλη καὶ σκότος κατὰ τὸν τόπον, ὡς μὴ ἰδεῖν τινὰ ποῦ ἐτάφη Μωϋσῆς, καθὼς Ἰώσηπος ἱστορεῖ. Ἰστέον ὅτι τὰ πέντε βιβλία τῆς ἀρχαιολογίας ὁ μακαριώ τατος ἐν ἁγίῳ πνεύματι Μωϋσῆς ἀνετάξατο κατὰ τὴν Ἑβραΐδα γλῶσσαν· ἥτις μετὰ ταῦτα, ὡς καὶ αἱ λοιπαί, εἰς Ἑλληνικὴν μετ 1.141 εβλήθη διάλεκτον ὑπὸ τῶν ἑβδομήκοντα ἑρμηνευθεῖσα ἐπὶ Πτο λεμαίου τοῦ Φιλαδέλφου. καὶ ἡ μὲν Γένεσις ἄνωθεν ἀπ' ἀρχῆς τὴν κοσμογένειαν τήν τε τοῦ ἀνθρώπου πλάσιν, τὸν κατακλυσμόν, τὴν τῶν Σοδομιτῶν ἀπώλειαν, τὴν ἐξ ἀρχῆς μέχρι τέλους τῶν πατέρων Ἀβραὰμ Ἰσαὰκ καὶ Ἰακὼβ βίωσιν καὶ τελείωσιν, τοὺςχρηματισμοὺς καὶ τὴν τοῦ Ἰωσὴφ ἐν Αἰγύπτῳ βασιλείαν περιέχει. ἡ δὲ Ἔξοδος τὴν τοῦ Ἰσραὴλ περιέχει κάκωσιν, καὶ τὴν διὰ Μωϋσέως ἐπὶ τῆς ἐρυθρᾶς διάβασιν, καὶ τὴν ἐν ἐρήμῳ διατρι βήν, καὶ ὅσα νομοθετούμενος ἐπείρασε τὸν θεόν, καὶ τὴν τῆς σκηνῆς κατασκευήν. τὸ Λευιτικὸν τὴν τῶν θυσιῶν ποικίλην πα ράδοσιν καὶ τὴν τῶν ἱερέων διακόσμησιν. οἱ Ἀριθμοὶ τὴν διτ τὴν ἐπίσκεψιν εἴτ' οὖν ἀπαρίθμησιν τῶν υἱῶν Ἰσραὴλ περιέχει, τὴν μὲν πρώτην ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν μετὰ τὴν ἔξοδον εὐθὺς ἐν τῷ ὄρει Σινᾷ γενομένην, τὴν δὲ δευτέραν ἐπὶ Μωυσέως καὶ Ἐλεάζαρ, μετὰ τὴν ἐν τεσσαράκοντα ἔτεσιν πανωλεθρίαν τῶν πρώτων διὰ τὴν ἀπιστίαν αὐτῶν, γενομένην ἐν Ἀραβαὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ τὴν Ἱεριχώ. τὸ δὲ ∆ευτερονόμιον πάσας τὰς ἐξ ἀρχῆς μεγαλουργίας. τοῦ θεοῦ μέχρι καὶ τῆς τοῦ Μωϋσέως τελευτῆς γενομένας εἰς αὐτοὺς περιέχει, ἀλλὰ μὴν καὶ τὴν δευτέ ραν ᾠδὴν πᾶσαν, καὶ τοὺς φυλάρχους οἳ καὶ ἔμελλον κατακληρο νομεῖν τὴν τῆς ἐπαγγελίας γῆν. ∆ιελθόντος δὲ τοῦ Ἰσραὴλ τὸν Ἰορδάνην, περιέτεμεν ὁ Ἰησοῦς πάντα τὸν λαὸν μαχαίραις πετρίναις· τὰ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οὐδεὶς