51
περιετμήθη, καὶ οἱ πλεῖστοι τῶν μαχί 1.142 μων ἀπερίτμητοι ἦσαν· τὸ δὲ αἴτιον, ὅτι παντὸς ἀλλογενοῦς κε χωρισμένοι χρείαν τῆς περιτομῆς οὐκ εἶχον. καλῶς ἄρα εἴρηται τῷ θείῳ ἀποστόλῳ ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. καὶ φαγόντος ἐκ τοῦ νέου σίτου τοῦ λαοῦ τῇ αὐτῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα. τότε καὶ τὸν ἀρχιστράτηγον Μιχαὴλ εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς Ἱεριχώ, δι' οὗ καὶ παρεδόθη αὐτῷ ἡ Ἱεριχώ· μετὰ γὰρ ἡμέρας ϛʹ περιστοιχισάντων αὐ τὴν μετὰ τῆς κιβωτοῦ, ἐπεὶ ἐσάλπισαν καὶ ἐβόησαν ὁ λαός, ἔπε σον αὐτόματα τὰ τείχη, καὶ εἰσῆλθεν ἐν αὐτῇ Ἰσραήλ, καὶ ἐσφάγη πᾶς ὁ λαὸς τῆς Ἱεριχὼ καὶ πᾶν ζῷον, πλὴν Ῥάαβ τῆς πόρνης καὶ τοῦ οἴκου αὐτῆς. ἐκεῖ καὶ Ἄχα ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν πᾶσι τοῖς αὐτοῦ διὰ τὸ ἀποκρύψαι χρήματα. τότε καὶ Γαβαω νῖται καὶ οἱ τοῦ Εὐαίου καὶ οἱ λοιποί, ὡς μακρόθεν οἰκοῦντες, πρὸς Ἰησοῦν σπονδὰς ποιοῦνται· οὓς ἐπιγνοὺς ὕστερον πλησιο χώρους ὑπάρχειν τῆς μὲν αἰχμαλωσίας συνεχώρησε, διακονεῖν δὲ καὶ ξυλοφορεῖν τῷ λαῷ προσέταξε. τοὺς δὲ Ἀμορραίους πολεμῶν ἔστησε τὸν ἥλιον κατὰ Γαβαώ, καὶ κατὰ φάραγγα Ἐλὼμ τὴν σε λήνην, ἕως ἐξεπολέμησε τοὺς ἐχθρούς. πᾶσαι δὲ ἃς παρέλαβεν Ἰησοῦς τοῦ Ναυῆ βασιλείας εἰκοσιεννέα ἦσαν, ἐπαρχίαι δὲ ἑπτά, πάρεξ τῶν τῆς Ἱεριχὼ καὶ τῆς Γέθ. τὴν δὲ Ἱεριχὼ πόλιν καὶ Φοινίκων πόλιν ὀνομάζει, Κινναίους δὲ τοὺς ἀπογόνους Ἰοθόρ. οὗτος τὴν γῆν τῆς ἐπαγγελίας τῶν Ἰουδαίων ἔθνει διανέμει εἰς κλῆρον. τελευτᾷ δὲ ζήσας ἔτη ἑκατὸν δέκα, κρατήσας τοῦ Ἰσραὴλ 1.143 ἔτη εἴκοσι ἑπτά. καὶ ἔθαψαν αὐτὸν ἐν Θαμναθσαράχ, ἐν τῷ ὄρει Ἐφραΐμ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας.
Ὅτι τῶν Ἀργείων μετὰ Ἴναχον ἐβασίλευσε Φορωνεύς, καὶ ἄλλοι δὲ πλείους μετ' αὐτὸν ἕως τοῦ Λυγκέως, ὃς ∆αναῷ πολε μήσας τῷ βασιλεῖ, καὶ τοῦτον ἀποκτείνας, τήν τε βασιλείαν αὐτοῦ καὶ τὴν θυγατέρα Κλυταιμνήστραν εἰς γυναῖκα παρέλαβε. μετὰ τοῦτον Μεριόπας πέντε μόνους χρόνους βεβασιλευκὼς αὐτὸς καταλύεται, καὶ ἡ βασιλεία τῶν Ἀργείων ἐπὶ φμθʹ ἔτη διαρκέ σασα εἰς Σικυωνίτας τοὺς Ἑλλαδικοὺς μεταπεπτώκει. Ἐν δὲ τοῖς χρόνοις Μωϋσέως γέγονέ τις ἀνὴρ μέγας, ἐκ τῆς φυλῆς Ἰάφεθ, ὃς αὐτόχθων ὢν ἐβασίλευσε τῆς Ἀττικῆς ἔτη λβʹ. ὄνομα τῷ ἀνδρὶ Γύγης. ἐπ' αὐτοῦ γέγονε κατακλυσμὸς ἐν τῇ Ἀττικῇ μόνῃ· αὐτός τε ἀπώλετο καὶ ἡ χώρα πᾶσα, καὶ ἕως ἐτῶν διακοσίων ἔρημος ἔμεινεν. Ἐν δὲ τοῖς καιροῖς τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς τῶν Μολοσσῶν χώρας αὐτόχθων τις, Ἀΐδης ὄνομα, βεβασιλευκὼς μετὰ Μελινδίας τῆς αὐτοῦ γυναικὸς ἔσχε θυγατέρα τὴν Περσεφό νην, ἧς Πειρίθους ὁ αὐτοῦ συγκλητικὸς ἐρασθεὶς κατὰ σύνταξιν αὐτῆς ἁρπάσαι ταύτην νυκτὸς ἐβουλήθη. τοῦτο γνοὺς Ἀΐδης, ὃν εἶχε κύνα μέγιστον καὶ ἄγριον, Τρικέρβερον ἐπονομαζόμενον, ἔξω τῆς θύρας ἔστησε Περσεφόνης ἀγνοούσης. τοῦ δὲ Πειρίθου πρὸς αὐτὴν παραγενομένου νυκτός, ἐφορμήσας ὁ κύων ἀνεῖλεν 1.144 αὐτόν. ἐξελθοῦσα δὲ πρὸς τὴν ταραχὴν ἡ κόρη διεσπάρακται καὶ αὐτὴ τῷ κυνί. ἐντεῦθεν ἐρρήθη ὅτι ὁ Πλούτων, τὸ τοῦ ἀν δρὸς εὔπορον σημαίνων, τὴν κόρην Περσεφόνην ἁρπάσας ἐς ᾅδην ᾤχετο. Ὅτι ὁ Αἰγιαλεὺς πρῶτος Σικυωνιτῶν πεντήκοντα δύο ἔτη ἦρξε· μεθ' ὃν ἄλλοι κ ϛʹ ἕως τοῦ καλουμένου Ζευξίππου, ὃς ἔτος ἓν καὶ τριάκοντα ἐβασίλευσεν ἐν αὐτοῖς. καὶ κατέσχεν αὐτῶν ἡ βασιλεία ἔτη ἐννακόσια ὀγδοήκοντα. Τὰ δὲ δυτικὰ καὶ τὰ κατὰ Ἰταλίαν μέρη ὑπὸ τῶν υἱῶν Πίκου τοῦ καὶ ∆ιὸς ἐτοπαρχοῦντο. ἐν δὲ τοῖς Ἕλλησιν ὁ Προμηθεὺς καὶ Ἐπιμηθεὺς Ἄτλας τε καὶ ὁ πανόπτης Ἄργος ἐγνωρίζοντο, ὃν καὶ ἑκατοντόφθαλμον διὰ τὸ ὀξυωπέστατον καὶ περί βλεπτον εἶναι τὴν διάνοιαν ἐκάλουν. καὶ ὁ μὲν Ἄτλας ἀστρονο μικὴν μετῄει ἐπιστήμην, διὸ καὶ τὸν οὐρανὸν βαστάζειν αὐτὸν ἐμυθεύσαντο, Προμηθεὺς δὲ γραμματικήν, ὥς φασιν, ἐξεῦρεν. οἱ δὲ Ἀναξαγόρειοι ἑρμηνεύουσι νοῦν μὲν τὸν ∆ία, τὴν δὲ Ἀθηνᾶν τέχνην. ὅθεν καὶ τό "χειρῶν