53
μετὰ τοῦτον Ἐσσεβὼν ἔτη ζʹ. κατὰ τούτους τοὺς χρόνους τὸ Ἴλιον ἐκτίσθη καὶ ἡ Τροία, καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστήμην μετῄει. Ἐγλὼν ὁ Βαβυλωνίτης ἔτη ιʹ. Ἀβδὼν υἱὸς Σελεὶμ ὁ Μαραθωνίτης, ὃς ἦν πατὴρ παίδων μʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. κατὰ τούτους τοὺς χρόνους Ὀρφεὺς ὁ Θρᾲξ ὁ λυρικὸς καὶ ποιητῶν ἁπάντων ἐπισημότατος παρ' Ἕλλησιν ἐγνω ρίζετο, ὃς ἐν ποιητικοῖς στίχοις περὶ στοιχείων ποιήσεως καὶ ἀν θρώπου γενέσεως, καὶ φωτὸς ἐξ αἰθέρος ἔλλαμψιν φιλοσοφῶν, 1.148 ἀρχάς τε ἀσωμάτους καὶ ἐξουσίας, ἥλιον καὶ σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν καὶ τὰ ἐν αὐτοῖς ὁρατά τε καὶ ἀόρατα πάντα ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων γενέσθαι, καὶ τὸ τῶν ἀν θρώπων γένος ὑπ' αὐτοῦ τοῦ θεοῦ πλασθῆναι ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λογικὴν λαβεῖν, εἰς μίαν δὲ δύναμιν καὶ ἓν κράτος θεότητος ἀνάγεσθαι τὰ πάντα θεολογεῖ, ὅς ἐστιν ὁ ὢν θεός, ὃν οὐδεὶς ὁρᾷ. τρία δέ, φησίν, ὀνόματα, βουλὴ φῶς ζωή, ἐν αὐτῷ, ὀλίγου δεῖν συμφώνως τῇ ἀληθείᾳ τῇ καθ' ἡμᾶς περί τε θεοῦ καὶ ἀνθρώπων ὁ σοφώτατος ἀποφθεγγόμενος Ὀρφεύς. λυρῳδὸς δὲ καὶ κιθαρῳδὸς ὑμνεῖται, πᾶσαν κατακηλῶν καὶ θέλγων ψυχήν. καὶ τὰ λοιπὰ προεγράφησαν. Κατὰ τούτους τοὺς χρόνους καὶ Μαρσύαν φιλόσοφον λέ γουσι γενέσθαι, ὃς ἐξεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων, καὶ ἀπενοεῖτο ἀπὸ θεῶν ἑαυτὸν καὶ λέγων ἀνθρώποις εὑρηκέναι διὰ τοῦ μέλους τῶν καλάμων τροφήν. τοῦτον παραφρονήσαντα ῥῖψαι λέγεται ἑαυτὸν εἰς τὸν ποταμόν, ὅθεν καὶ ὁ ποταμὸς Μαρ σύας ὠνομάσθη· ἀπὸ Κολχίδος δὲ οὗτος ὥρμητο. Πάλιν ὁ λαὸς προσπταίσας ἐκδέδοται ἀλλοφύλοις ἔτη μʹ. ἐπιστρέψαντος δὲ αὐτοῦ πρὸς θεὸν ἀνίστησι τὸν Σαμψὼν τὸν τοῦ Μανωὲ υἱόν, ἐκ φυλῆς ∆άν, ὅστις καταπολεμήσας τοὺς ἀλλο φύλους ἄρχει ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους Ἡρακλῆς ἐγνω 1.149 ρίζετο ὁ τοὺς δεκαδύο ἄθλους διανύσας. Σαμανῆ ἡγήσατο τοῦ λαοῦ ἔτος αʹ. ἀναρχίας γεγονυίας κατὰ τὰς Ἑβραϊκὰς παραδό σεις, καὶ ἔπραττεν ἕκαστος ὅπερ ἠβούλετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι, ἔτη μʹ, εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἔτη λʹ Σαμανῆ ἡγουμένου. καὶ Ἠλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτη δέκα, καὶ τὸ Ἴλιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἠλεὶ τὴν ἱερατείαν καὶ τὴν ἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. φασὶ δὲ αὐτὸν δεκαδύο ἐτῶν εἶναι, ὅτε πρῶτον αὐτῷ ἐφάνη λαλήσας ὁ θεός· οἷς ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε. καὶ βασιλέως χρι σθέντος ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ. γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν Σαμουὴλ ἔτη χʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ, ἀπὸ Ἀδὰμ ἔτη δτπβʹ. ὁ μὲν Σαμουὴλ ἤδη γεγηρακὼς καὶ τοῦ λαοῦ ὀκνηροτέρως ποιούμενος τὴν ἐποψίαν, τῶν τε παίδων αὐτοῦ δώροις ἀεὶ τὸ δίκαιον προϊε μένων, χρίει βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος, τοῦ θεοῦ δὲ συγχωρήσαντος, τὸν Σαοὺλ υἱὸν Κίς, ἐκ φυλῆς Βενιαμίν. οὗτος συνεπισχύοντος τοῦ Σαμουὴλ βασιλεύει ἔτη κʹ, ἐφ' ἑαυτοῦ δὲ ἔτη κʹ. προεφήτευσε δὲ ἐπ' αὐτοῦ ἅμα καὶ ἱεράτευσε Σαμουήλ. Ἀβεννὴρ δὲ ὁ τοῦ Νὴρ τῆς στρατιᾶς ἀφηγεῖτο. τοῦ δὲ Σαοὺλ προσπταίσαντος τῷ θεῷ πολλάκις, μειζόνως δὲ διὰ τὴν παράβασιν τῆς αὐτοῦ προστάξεως, περιποιησαμένου τὸν Ἄγαγ βασιλέα 1.150 Ἀμαληκιτῶν, ἤκουσε παρὰ τοῦ προφήτου "μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι κύριος. ἡτοίμασε γὰρ ἂν τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ. καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ." μετὰ δὲ ταῦτα χρίσαντος τὸν ∆αβὶδ τοῦ Σαμουήλ, εἶτα γηράσαντος καὶ τελευτήσαντος, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν κύ ριον. ὅθεν καὶ πνεῦμα κυρίου ἀπέστη ἀπ' αὐτοῦ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρόν. οὗ χάριν καὶ ὁ ∆αβὶδ ἄγεται πρὸς αὐ τόν, εἰς παρηγορίαν ψάλλων διὰ τῆς κιννύρας, καὶ ἀφίσταται ἀπ' αὐτοῦ τὸ πονηρὸν πνεῦμα. ἀλλ' οὖν γε πατάξας ὁ ∆αβὶδ τὸν ἀλλόφυλον Γολιάθ, ὃς ἦν ἡλικίᾳ πηχῶν τεσσάρων καὶ σπι θαμῆς τὸ ὕψος, καὶ