54
περικεφαλαίαν ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν πέντε χιλιάδων σίκλων χαλκοῦ καὶ σιδή ρου, καὶ κνημῖδας χαλκᾶς ἐπὶ τὰ σκέλη αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ ἐπ' αὐτὸ λόγχη ἑξα κοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ. καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαούλ, καὶ φθονηθεὶς προφάσει τῶν χορευτριῶν, ἀποδιδράσκει ἀπ' αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους τῆς προσθέσεως ἔφαγε, καὶ τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς ἀνεῖλε Σαούλ, καὶ πᾶσαν τὴν πόλιν ἐπάταξε Νομβᾶν ἐν ῥομφαίᾳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ οὐχ ὑπελείφθη ἐξ αὐ 1.151 τῶν εἰ μὴ Ἀβιάθαρ υἱὸς Ἀβιμέλεχ, φυγὼν πρὸς ∆αβίδ. αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσε βεστέρα. καὶ τὸν μὲν Ἄγαγ διέσωσε, καὶ πάντα ὅσα ἦν ἀξιό κτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς καὶ πᾶσαν τὴν πόλιν αὔτανδρον διέφθειρε. πολλάκις δὲ καταδιώκων τὸν πραότατον ∆αβὶδ ὁ ἀπανθρωπότατος Σαοὺλ εἰς χεῖρας ∆αβὶδ ἅπαξ καὶ δὶς ἐμπέπτωκε. μὴ ἀνταποδιδοὺς δὲ ὁ ∆αβὶδ αὐτῷ κακὸν ἀντὶ κακοῦ μᾶλλον ἔλεγε πρὸς αὐτόν "ἵνα τί καταδιώκεις βασιλεῦ λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος μέσον ἡμῶν." καὶ ὁ μὲν οἶκος ∆αβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, τοξευθεὶς ὑπὸ τῶν ἀλλοφύλων εἰς τὰ ὑποχόνδρια· καὶ μὴ ἀποθνήσκων αὐτὸς γέγονεν αὐτοφονευτής, ἐπιπεσὼν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, μή πως ἐμπαίξωσιν αὐτὸν οἱ ἀλλόφυλοι.
Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε ∆αβὶδ ἔτη τεσσαράκοντα, ὃς ἐποίησε τὰ θελήματα τοῦ θεοῦ πάντα, κατὰ τὸ εἰρημένον "εὗρον τὸν τοῦ Ἰεσσαὶ ∆αβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου." καὶ ἐπορεύετο ∆αβὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ. εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας τριακονταεπτὰ τοιούτους ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ἑκατόν, τὸν δὲ μέγαν πρὸς χιλίους. ἐξ ὧν ἐστὶ τὰ ὀνόματα ταῦτα. Σεβοχᾶ· οὗτος ἐπάταξε τὸν Σὲφ τὸν τοῦ Ῥαφᾶ, ἀπόγονον τῶν γιγάντων. Ἐλεανᾶν· οὗτος ἀνεῖλεν ἄνδρα δυνατὸν Χετταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον 1.152 ὑφαινόντων. Ἰωανάθαν· οὗτος ἐφόνευσεν ἄνδρα δυνατὸν καὶ παμμεγέθη, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἕξ. Ἀδίνων· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακο σίων στρατιωτῶν εἰς μίαν παρεμβολήν. Ἰεσεβαδᾶ· οὗτος ἐσπά σατο τὴν μάχαιραν αὐτοῦ ἐν καιρῷ ἑνὶ ἐπὶ τραυματιῶν τριακο σίων. Μαρᾶ· οὗτος τῶν ἀλλοφύλων ἐπελθόντων καὶ βουλομέ νων ἁρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ πλήρη οὖσαν φακῆς, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἔστη, καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. Ἐλεάζαρ· οὗτος μερίδος οὔσης κριθῶν, καὶ τῶν ἀλλοφύλων ἐπελθόντων, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἐστηλώθη, καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψε, τὴν δὲ κριθὴν διέσωσε· τοσούτους γὰρ ἐπάταξεν ἐν τοῖς ἀλλοφύ λοις, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα προσεκολλήθη τῇ μαχαίρᾳ, καὶ ὁ λαὸς ἐπέστρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. Μαναίας· οὗτος πολλὰ μὲν ἐποίησεν ἔργα, ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωάβ, καὶ καταβὰς ἐν ἡμέραις χιόνος εἰς λάκκον ἐφόνευσε λέοντα. ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον ἑπτάπηχυν, ἔχοντα ξύ λον διαβάθρας ὡς δόρυ· ἁρπάσας γὰρ ἀπ' αὐτοῦ τὸ ξύλον ἐν αὐτῷ ἀπέκτεινεν αὐτόν. Ἀβεσᾶ ὁ ἀδελφὸς Ἰωάβ· οὗτος ἐπάταξεν ἄνδρας ἑξακοσίους καὶ τὸν Ἰεσβὰν θέλοντα φονεῦσαι τὸν ∆αβίδ (ἦν δὲ ὁ Ἰεσβὰν ἔκγονος τοῦ Ῥαφάν), δόρυ ἔχοντασταθμοῦ σίκλων τριακοσίων. ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσᾶ, ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοί, περι κυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεὲμ καὶ τοῦ ∆αβὶδ 1.153 ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος, διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τῷ ∆αβὶδ ὕδωρ ἀπὸ τοῦ φρέατος. ὁ δὲ θαυμάσας τὴν ἀνδρίαν αὐτῶν οὐκ ἔπιε τὸ ὕδωρ, ἀλλ' ἔσπεισεν αὐτὸ τῷ κυρίῳ,