55
λέγων "ἵλεώς μοι, κύριε, εἰ αἷμα ἀνθρώπων πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίωμαι." ὁμοίως δὲ καὶ οἱ λοιποὶ αὐτῶν ὑπῆρχον ἄνδρες ἀκατ αγώνιστοι καὶ φοβερώτατοι τοῖς ἐναντίοις, θυρεοὺς ἔχοντες καὶ δόρατα μέγιστα, καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα λεόντων. τῶν δέ γε πολεμιστῶν τοῦ κοινοῦ λαοῦ οὓς εἶχεν ὁ ∆αβίδ, ἦν ἀριθμὸς μυ ριάδες σλδʹ, καθὼς ἠριθμήθησαν ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου. φησὶ γάρ "καὶ προσέθετο ὀργῇ κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν ∆αβὶδ ἐν αὐτοῖς λέγων «πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.» καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸνἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ «ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτοῦ.» καὶ εἶπεν Ἰωάβ «προσθείη κύριος ὁ θεὸς πρὸς τὸν λαόν σου· καὶ ἵνα τί ὁ κύριός μου βούλεται ἐν τῷ λόγῳ τούτῳ;» καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως, καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἐπεσκέψατο τὸν λαόν. καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν, καὶ Ἰούδας χιλιάδες τετρακόσιαι ὀγδοήκοντα ἀνδρῶν ἐσπασμένων μάχαιραν. τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν, ὅτι προσώχθισεν ὁ λόγος τοῦ βασιλέως τὸν Ἰωάβ, καὶ πονηρὸν ἐφάνη 1.154 ἐναντίον τοῦ θεοῦ. καὶ ἐπάταξε καρδία ∆αβὶδ αὐτὸν ἐν τῷ ἀριθ μῆσαι τὸν λαόν· καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προφήτην πρὸς ∆αβίδ, καὶ εἶπε «τάδε λέγει κύριος· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ μῆνας τρεῖς φεύγειν σε ἐκ τῶν ἐχθρῶν σου ἔμπροσθεν, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου.» καὶ εἶπε ∆αβὶδ πρὸς Γάδ «στενά μοι σφόδρα πάντοθεν ἐστί· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐ τοῦ. εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.» καὶ ἐξελέξατο ∆αβὶδ τὸν θάνατον. καὶ ἡμέρα θέρους πυρῶν, καὶ ἔδωκε κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ἀρίστου, καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ ἐξέτεινεν ὁ ἄγγελος θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. καὶ εἶπεν ∆αβὶδ πρὸς τὸν θεόν «ἰδοὺ ἐγὼ ἡμάρτηκα, καὶ ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, καὶ τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὲ ἡ χείρ σου ἐν ἐμοί, κύριε, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.» καὶ παρακληθεὶς ὁ κύριος εἶπε πρὸς τὸν ἄγγελον «ἄνες τὴν χεῖρά σου.» καὶ ᾠκοδόμησεν ἐκεῖ ∆αβὶδ θυσιαστήριον, καὶ ἀνήγαγεν εὐθὺς ὁλοκαυτώσεις. καὶ ἐπήκουσεν αὐτοῦ κύριος, καὶ συνεσχέθη ἡ θραῦσις τοῦ λαοῦ." ταῦτα δέ, φησὶ Θεοδώρητος, οὐκ ἀπεικὸς συμβέβηκεν, ἀλλ' οἰκείας παρανομίας ἔτισε δίκας ὁ λαὸς διὰ προ φάσεως· καταλιπὼν γὰρ τὸν εὐσεβῆ καὶ θεῖον βασιλέα τυράννῳ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσεν. οὕτω δὲ καὶ διὰ τὴν τοῦ Σαοὺλ εἰς τοὺς Γαβαωνίτας ἀναίρεσιν ἐπαιδεύθησαν διὰ λιμοῦ μετὰ τὴν ἐκείνου τελευτήν. ὁ μὲν γὰρ λαὸς ἅπας καὶ Ἰησοῦς ὁ 1.155 τοῦ Ναυῆ πεποίηκε τὰς πρὸς τοὺς Γαβαωνίτας συνθήκας, ἐκοι νώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς. ἔδει τοίνυν τοὺς ἀπογόνους τῶν ὀμωμοκότων μὴ παραβῆναι τὸν ὅρκον. φησὶ γὰρ πρὸς αὐτοὺς Ἰησοῦς μετὰ τὴν φανέρωσιν τῆς πανουργίας αὐτῶν "καὶ νῦν ἐπικατάρατοι ἔστε. οὐ μὴ ἐκλείψῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος καὶ ὑδροφόρος ἐμοὶ καὶ τῷ θεῷ μου. διὰ τοῦτο ἐγέ νοντο ξυλοκόποι καὶ ὑδροφόροι τῷ θυσιαστηρίῳ τοῦ θεοῦ καὶ πάσῃ τῇ συναγωγῇ ἕως τῆς ἡμέρας ταύτης." ἐπεὶ οὖν ταῦτα παρελογίσαντο, διὰ τοῦτο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπέστη σαν τὴν διὰ τοῦ λιμοῦ παιδείαν. διδάσκει γοῦν ἡμᾶς ὁ λόγος μὴ παραβαίνειν τὰς μεθ' ὅρκων συνθήκας ἐπὶ θεοῦ γινομένας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παράβασις γίνηται. ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ ∆αβὶδ τῆς θεηλάτου πληγῆς τοῦ λιμοῦ τὸν θεὸν ἀνηρώτα. καὶ μαθὼν ὡς ἕνεκα τῆς τῶν Γαβαωνιτῶν ἀδίκου ἀναιρέσεως εὐθύνας εἰσπράττονται, αὐτοῖς ἐκείνοις ἐχρήσατο κριταῖς τοῖς ἠδικημένοις, λέγων "τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι;" καὶ φασίν "οὐκ ἔστιν ἡμῖν ἀργύριον οὐδὲ χρυσίον μετὰ Σαούλ, καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ· ἀλλ' ὁ ἀνὴρ ὁ διώξας