56
καὶ συντελέσας ἡμᾶς, ὥσπερ ἐλογίσατο ἡμᾶς ἐξολοθρεῦσαι, ἀφανί σωμεν αὐτὸν τοῦ μὴ ἀντικαθίστασθαι παντὶ ὁρίῳ Ἰσραήλ. καὶ δοθήτωσαν ἡμῖν ἄνδρες ἑπτὰ ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς κυρίῳ ἐν τῷ βουνῷ Σαούλ." ἐκ ἐκείνῳ τοίνυν τῷ χωρίῳ ἀνεσκολόπισαν τοὺς ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖνος μιαιφονίας. οὗτοι δὲ ἦσαν τοῦ Σαοὺλ δύο μὲν υἱοὶ νό 1.156 θοι, πέντε δὲ τῶν ὑστέρων υἱῶν αὐτοῦ. τῆς οὖν τιμωρίας γεγε νημένης ἵλεως ὁ δεσπότης ἐγένετο καὶ ἡ γῆ τὸν ἐξ ἔθους ἔδωκε καρπόν.
Ἐγένετο δὲ μετὰ ταῦτα, καὶ ἐν καιρῷ δείλης ἀνέστη ∆αβὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασιλέων, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα. καὶ ἰδὼν τὸ γύναιον λουόμενον οὐκ ἔφυγε τὴν θέαν ὡς ὀλεθρίαν, ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι τὸ τῆς ἁμαρτίας κατέπιεν ἄγκιστρον. καὶ ἑτέρου τάχα πάθους χείρονος, τῆς ἐπάρσεως δηλονότι, γέγονεν ἴαμα. ὅπερ δὴ καὶ αὐτὸς ὑποφαίνων ἔλεγεν "ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. καὶ ἐγὼ μὲν εἶπον ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγεννήθην τεταραγμένος. ἀλλ' ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." διὰ γὰρ τῆς τοῦ υἱοῦ ἐπα ναστάσεως δίκας ἐναργεῖς ἔτισε τοῦ τε φόνου καὶ τῆς μοιχείας κατὰ τὴν θείαν πρόρρησιν. φησὶ γάρ "τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ἐγείρω κακὰ ἐπί σε ἐκ τοῦ οἴκου σου" καὶ τὰ ἑξῆς. ὅσον τοίνυν θλῖψις ὀνίνησι καὶ συμφορὰ καὶ μέριμνα, καὶ ἐκ ταύτης τῆς ἱστορίας μανθάνομεν. διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ὁ θεὸς ∆αβὶδ πᾶσαν κατώρθου φιλοσοφίαν, καὶ παραταττόμενος καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν κατὰ τοὺς ἱε ροὺς ἐπολιτεύετο νόμους. ἀνακωχῆς δὲ τυχὼν ὀλίγης τὸν ὄλισθον 1.157 ἐκεῖνον ὑπέμεινε. τοῦ δὲ προφήτου πρὸς αὐτὸν εἰσελθόντος, καὶ τὸν ἔλεγχον αὐτοῦ ὑπομείναντος καὶ τὴν ἐξομολόγησιν ποιησαμέ νου καὶ "ἡμάρτηκα τῷ κυρίῳ μου" φήσαντος, φησὶν ὁ προφή της "οὐ μὴ ἀποθάνῃς, πλὴν παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν κύριον." καὶ πρῶτον μέντοι τὸ μοιχαλίδιον παι δίον ἐπάταξεν ὁ θεός, ἔπειτα καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἐπανάστασιν κατ' αὐτοῦ παραδηλῶν φησί "καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου." εἰκότως οὖν ἔλεγε "παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με." καὶ γὰρ παντοδαπαῖς αὐτόν, οἷα δὴ πάνσοφος ἰατρός, παιδείαις ὑπέβαλεν ὁ θεὸς μετὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας. ὁ οὖν μακάριος ∆αβὶδ πρὸ τῆς τελευτῆς αὐτοῦ καλέσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα εἶπεν αὐτῷ "Σολομῶν τέκνον μου, ἐμοὶ ἐγένετο ἐπὶ ψυχὴν τοῦ οἰκοδομῆσαι οἶκον κυρίῳ τῷ θεῷ. καὶ ἐγένετο λόγος κυρίου ἐπ' ἐμοί, λέγων «αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους ἐποίησας μεγάλους. οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου. ἰδοὺ υἱὸς τίκτεταί σοι, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ, ὅτι Σολομῶν ὄνομα αὐτῷ. οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.» καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε. καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου τάλαντα χιλιάδας ἑκατὸν καὶ ἀργυρίου τάλαντα χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν ἀριθμός· καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδομὴν ναοῦ 1.158 κυρίου." καὶ ∆αβὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ βασι λεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα πάλιν εἶπεν αὐτῷ ἐνώπιον τοῦ λαοῦ "ἰδοὺ ἡτοίμασα εἰς οἶκον τοῦ θεοῦ μου χρυσίον ἀργύριον χαλκὸν σίδηρον καὶ πάντα λίθον τίμιον καὶ λίθους τιμίους πολυ τελεῖς καὶ ποικίλους. καὶ πρὸς τούτοις δίδωμι, ἐκτὸς ὧν ἡτοί μασα εἰς οἶκον τὸν ἅγιον, χρυσίου τοῦ ἐξ Ὠφεὶρ τάλαντα τρισχί λια, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, τοῦ ἐξαλει φθῆναι ἐν αὐτοῖς τοῖς τοίχοις τοῦ ἱεροῦ." οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ θεοῦ χρυσίου τάλαντα ἑπτακισχίλια καὶ ἀργύριον καὶ λίθους τιμίους καὶ χαλκὸν ἄπειρον. καὶ εὐλογήσας τὸν λαὸν ὁ ∆αβὶδ καὶ