58
βασιλεύσει μετ' ἐμέ. καὶ ἰδοὺ νῦν Ἀδωνίας ἐβασίλευσε, καὶ σὺ οὐκ ἔγνως." ταῦτα ἀκούσας ∆αβίδ, ἀθροί σας τοὺς προφήτας καὶ ἱερεῖς, χρίει Σολομῶντα καὶ καθίζει ἐπὶ τοῦ θρόνου αὐτοῦ. ᾠκοδόμησε δὲ ∆αβὶδ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ τῆς ἀκρωρείας Ἱερουσαλὴμ τὴν Σιών, σκηνὴν ἐν αὐτῇ τῷ θεῷ πηξάμενος, ἐν ᾗ τὴν κιβωτὸν ἀπέθετο. ἐπὶ τούτου παρ' Ἕλλησιν Ὅμηρος καὶ Ἡσίοδος ἐγνωρίζοντο. Τῷ δὲ #22δυοʹ ἔτει Σολομῶν ἐβασίλευσε δωδεκαετὴς ὤν, καὶ κρατεῖ ἔτη μʹ. εἶχε δὲ γυναῖκας Ἰσραηλίτιδας καὶ ἐθνικὰς ἑπτα κοσίας καὶ παλλακὰς τριακοσίας. ἕνα δὲ μόνον ἄρρενα υἱὸν ἔσχε τὸν Ῥοβοάμ, καὶ τοῦτον ἐξ ἀλλοφύλης Ναάβας τῆς Ἀμανίτιδος, ἀνάξιον τῆς ἀρχῆς. αὐτὸς τὸν Ἱερουσαλὴμ ναὸν ᾠκοδόμησεν, ἔνθα ∆αβὶδ ὁ πατὴρ αὐτοῦ τὴν Σιὼν ἐπήξατο, ἀρξάμενος ἀπὸ τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας. ἐν ἔτεσιν οὖν ἑπτὰ τε λειοῖ αὐτόν. εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως εἰκοστοῦ χρόνου τῆς ζωῆς Σολομῶντος ἔτη #22δφιʹ. οὗτος ὁ Σολομῶν δεύτερος υἱὸς τοῦ ∆αβὶδ ἐκ τῆς Βηρσαβεὲ γέγονεν· ὁ γὰρ πρῶτος, ὁ ἀπὸ μοιχείας, τέθνηκε. καὶ γὰρ ἀρρωστοῦντος αὐτοῦ ἐκακοπάθει ∆αβὶδ ἐν ἀγρυπνίᾳ, καὶ σάκκῳ καὶ σποδῷ προσευχόμενος τῷ θεῷ ἐπὶ τῷ ζῆσαι τὸ παιδίον. καὶ ῥῆμα ἐξέθετο ὡς εἴ τις εἴπῃ ὅτι ἐτελεύτησεν, εὐθὺς ἀποθα νεῖται αὐτός. τεθνηκότος δὲ τοῦ παιδὸς εἰσῆλθον πρὸς ∆αβὶδ οἱ 1.162 συνήθεις στυγνοὶ καὶ κατηφεῖς. ὁ δὲ γνοὺς ἀπὸ τοῦ σχήματος εἶπε "τέθνηκε τὸ παιδίον." οἱ δὲ εἶπον "σὺ εἶπας." καὶ εὐθὺς κατελθὼν ἐλούσατο καὶ ἠμφιάσατο καὶ ηὐχαρίστησε τῷ θεῷ καὶ μετέλαβε τροφῆς. ἐρωτώμενος δὲ τὴν αἰτίαν τῆς ἐναλλαγῆς εἶπεν ὅτι ἀσθενοῦντος αὐτοῦ ἐδυσώπει τὸν θεὸν ἀναστῆναι τὸν παῖδα· ἐπεὶ δὲ τετελεύτηκε, τίς ἡ χρεία κοποῦσθαί με; μὴ δυνηθῶ ἀνα στρέψαι τὴν ψυχὴν τοῦ παιδίου ἐν αὐτῷ; Ὅτι ἔδωκε κύριος τῷ Σολομῶντι φρόνησιν καὶ σοφίαν πολ λὴν σφόδρα καὶ πλάτος καρδίας, ὡσεὶ ἄμμος ἡ παρὰ τὴν θάλασ σαν. καὶ ἐπληθύνθη ἐν αὐτῷ ἡ φρόνησις ὑπὲρ πάντας ἀρχαίους καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. ἔρχονται πρὸς αὐτὸν γυ ναῖκες δύο δικασθῆναι, καὶ εἶπεν ἡ μία "ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνί. καὶ ἐγὼ μὲν ἔτεκον, καὶ μετὰ τρίτην αὕτη. ταύτης τὸ παιδίον τέθνηκεν, ἐπεὶ τὴν νύκτα ἐπεκοιμήθη αὐτῷ. καὶ ἰδοὺ ἀναστᾶσα ἔλαβε τὸ ἐμὸν παιδίον ἐκ τῆς ἀγκάλης μου ὑπνούσης, καὶ τέθεικε τὸ ἑαυτῆς τεθνηκός· ἐμοῦ δὲ τὸ πρωῒ ἀνα στάσης θηλάσαι αὐτό, εὑρέθη τὸ τεθνηκός. καὶ καταμαθοῦσα εἶδον ὡς οὐκ ἔστι τὸ παιδίον μου." καὶ εἶπεν ἡ ἑτέρα "οὐχί, ἀλλὰ σόν ἐστι τὸ τεθνηκός, ἐμὸν δὲ τὸ ζῶν." καὶ εἶπε Σολο μῶν "διχοτομήσατε ἀμφότερα τὰ βρέφη, καὶ δότε ἀμφοτέραις ταῖς γυναιξὶν ἀπὸ τῶν δύο παιδίων." καὶ εἶπεν ἡ γυνὴ ἡ μήτηρ τοῦ ζῶντος "μή, κύριε, ἀλλὰ δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ μὴ ἀποθάνῃ." ἡ δὲ ἑτέρα εἶπε "μήτε αὐτῇ μήτε ἐμοὶ ἔστω· 1.163 διέλετε αὐτό." καὶ ἀπεκρίθη ὁ βασιλεύς "δότε τὸ παιδίον τὸ ζῶν τῇ μὴ θελησάσῃ γυναικὶ ἀποθανεῖν αὐτό, ὅτι αὐτῆς ἐστὶ τέκνον." Ὅτι ἐλάλησε Σολομῶν περὶ τῶν ξύλων τῶν ἀπὸ τῆς κέδρου τοῦ Λιβάνου καὶ ἕως τῆς ὑσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τεί χους, καὶ περὶ τῶν κτηνῶν καὶ τῶν ἑρπετῶν καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων, τὰς δυνάμεις καὶ τὰς ἐνεργείας αὐτῶν, καθὼς Ἰώσηπος μαρτυρεῖ. ἀλλὰ καὶ ἐπῳδὰς καὶ ἐξορκισμοὺς κατὰ δαι μόνων ἐπενόησεν, αἷς χρώμενοί τινες Ἰουδαῖοι τούτους ἐξήλαυ νον· δακτύλιον γὰρ ἔχοντά τινα σφραγῖδα καὶ ῥίζαν ἐξ ὧν ὑπέ δειξε Σολομῶν, ἐν ῥινὶ ὑποθέντες ὀσφραίνεσθαι τὸν πάσχοντα παρεσκεύαζον, ὧν τῇ δυνάμει εὐθὺς τὸ δαιμόνιον ἐξέλκεσθαι. σημεῖον δὲ τούτου ἦν ποτήριον μεστὸν ὕδατος ἢ ἕτερόν τι ἀγγεῖον, ὃ πάντως συνέτριβε φεῦγον τὸ δαιμόνιον. Μετὰ γοῦν τὸ συντελέσαι τὸν οἶκον κυρίου Σολομῶν ἐνε καίνισεν αὐτόν, θύσας μόσχους χιλιάδας κβʹ καὶ πρόβατα χιλιά δας ρκʹ, καὶ ἐποίησε μεγάλην ἑορτὴν ἡμέρας ἑπτά. τῇ δὲ ὀγδόῃ ἡμέρᾳ εὐλογήσας τὸν λαὸν ἐξαπέστειλε. καὶ μετὰ τὸ προσεύξα σθαι αὐτὸν ὑπὲρ τοῦ λαοῦ καὶ τοῦ ναοῦ ὤφθη αὐτῷ ὁ κύριος λέ γων "ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς