59
τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πά σας τὰς ἡμέρας. καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιόν μου καθὼς ἐπο ρεύθη ∆αβὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καὶ εὐθύτητι καρδίας, τοῦ 1.164 ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξεις, ἀναστήσω τὸν θρόνον τῆς βασι λείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ πατρί σου λέγων «οὐκ ἐξαρθήσεται ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.» ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ' ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου, καὶ πορευθῆτε καὶ δουλεύ σητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα. καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέγας, ἔσται πᾶς ὁ διαπορευόμενος δι' αὐτοῦ καὶ συριεῖ. καὶ ἐροῦσιν, ἀνθ' ὧν ἐγκατέλιπον κύριον τὸν θεὸν αὐ τῶν καὶ ἀντελάβοντο θεὸν ἀλλότριον, διὰ τοῦτο ἐπήγαγε κύριος τὴν κακίαν ταύτην." Τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας, καὶ τὸ περίμετρον αὐτῆς ποιήσας στάδια τεσσαράκοντα, γινόμενα μίλια ἓξ ἥμισυ, δυσάλωτον πάντοθεν ταύτην κατεσκεύασε. περικλεί σας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπερρωγυίαις, κατάρ ρυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀπορροίας τοὺς κήπους αὐτῶν ἀρδεύεσθαι. σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ὀκτακοσίους μεγάλους καὶ δόρατα τριακόσια καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖστα. καὶ μέντοι καὶ τὰ σκεύη αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον, καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ. ὅτι ναῦς αὐτοῦ ἐπορεύετο εἰς Θαρσεῖς καὶ διὰ χρόνων 1.165 τριῶν ἤρχετο, φέρουσα χρυσίον πολὺ καὶ ἀργύριον καὶ λίθους τορευτοὺς καὶ ὀδόντας ἐλεφάντων καὶ πιθήκους. καὶ ἔδωκε Σο λομῶν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος. τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ' ἡμέραν κόροι σεμιδάλεως λʹ (ὁ δὲ κόρος ἐποίει μόδια λʹ) καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ δέκα, βόες νομάδες ὀκτὼ καὶ πρόβατα ἑκατόν, ἐκτὸς ἐλάφων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. περὶ δέ γε τῆς πολλῆς φρονή σεως αὐτοῦ καὶ σοφίας, ἧς εἴληφε παρὰ θεοῦ τοῦ ὀφθέντος αὐτῷ δίς, ἄκουσον τί πάλιν ὁ θεός φησι πρὸς αὐτόν "ἰδού, δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σύ, οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετά σε οὐκ ἀναστήσεται ὅμοιός σοι. καὶ πλοῦτον καὶ δόξαν καὶ χρήματα δώσω σοι." καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ ἐπάγει λέγουσα "ἔδωκε κύριος φρόνησιν τῷ Σολομῶντι, καὶ σοφίαν πολ λὴν σφόδρα, καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν." εἰκότως οὖν ἐκ παραλλήλου καὶ τῶν πάλαι γεγενημένων ἀρίστων σοφῶν ἐμνήσθη, καὶ τοὺς Αἰγυπτίους προστέθεικεν ὡς δοκοῦντας παρὰ πᾶσιν εἶναι σοφούς τε καὶ φρονίμους. καὶ γὰρ ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Πλάτων ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν, θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέ ραν μαθήσεσθαι παρ' αὐτῶν ἐλπίσαντες. καὶ δὴ καὶ περὶ τοῦ Μωϋσέως διεξιὼν ὁ θεῖος λόγος ἔφη ὅτι ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ 1.166 Αἰγυπτίων. τούτους, φησίν, ἅπαντας ὁ Σολομῶν ἀπέκρυψεν ἅτε θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος. ὅθεν ἐπήγαγε "καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους, καὶ ἐλάλησε τρισχιλίας παρα βολάς, καὶ ἦσαν αἱ ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων τῶν ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου, καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ τῶν ἑρπετῶν καὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἰχθύων." ἀφ' ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμενοι καὶ τὰς ἀφορμὰς εἰληφότες τὰς οἰκείας συνεστήσαντο τέχνας. ταύτας ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεύς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς περιώρα τὰς ἰάσεις αἰτεῖν παρὰ θεοῦ. καὶ ἐμεγαλύνθη