60
Σολομῶν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει· καὶ πάντες οἱ βασιλεῖς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐτοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, καὶ παρεγίνοντο φέροντες ἕκαστος κατ' ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ καὶ ἱματισμὸν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιό νους. καὶ ἦσαν αὐτοῦ χίλια τετρακόσια ἅρματα, καὶ ἵπποι θή λειαι τοκάδες χιλιάδες τεσσαράκοντα, καὶ ἵπποι εἰς ἅρματα χι λιάδες δώδεκα. καὶ ἦν ἡγούμενος τῶν βασιλέων πάντων ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως γῆς ἀλλοφύλων καὶ ἕως τῶν ὁρίων Αἰ γύπτου. Καὶ βασιλίσσα Σαβᾶ, ἥτις ἐλέγετο Σίβυλλα παρ' Ἕλλησιν, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ πειράσαι αὐτὸν ἐν αἰνίγματι, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα πολλὰ καὶ ἐξαίρετα 1.167 καὶ χρυσὸν πολὺν καὶ λίθους τιμίους, καὶ ἐν δυνάμει βαρείᾳ σφόδρα. καὶ εἰσελθοῦσα πρὸς αὐτόν, καὶ λαλήσασα αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διέλυσεν αὐτῇ ἐν συντάξει λόγων καὶ ἑρμηνείᾳ λεπτοτάτῃ. ἡ δὲ προσέθετο τοῦ πειράσαι αὐτὸν καὶ ἐν τούτῳ. εὐόπτους γὰρ παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοιοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους διάκρισιν ποιήσασθαι· ἦν γὰρ καὶ αὐτὴ ἡ Σίβυλλα πάνυ ἐπ' ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. ὡς δὲ ὁ βασιλεὺς νίψασθαι τούτοις προσέ ταξε τὸ πρόσωπον, τὴν φύσιν ἑκατέρων διέγνωκε, τῶν μὲν ἀρρέ νων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψυχόντων, τῶν δὲ θη λειῶν ἁπαλῶς καὶ ἀπειρημένως. ὡς τὴν βασίλισσαν καταπλα γεῖσαν πάνυ ἔκ τε τῶν αὐτοῦ καὶ τῶν περὶ αὐτὸν καὶ ἐξ ἑαυτῆς γενομένων εἰπεῖν "ἀληθὴς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου, καὶ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι· πλείονα γὰρ ἑώρακα ὑπὲρ ἃ ἤκουσα. μακάριαι γοῦν αἱ γυναῖκες καὶ οἱ παῖδές σου, οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου." καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ἑκατὸν εἴκοσι καὶ ἡδύσματα πολλὰ καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀπο βαλσάμου ῥίζαν, ἀφ' οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν, ὥς φησιν Ἰώσηπος, ὑπέστρεψεν εἰς τὴν γῆν αὐτῆς ὑπερεκπλητ τομένη λίαν. περὶ ἧς καὶ ὁ κύριος ἔφη "βασίλισσα νότου ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἰδεῖν τὴν σοφίαν Σολομῶντος." πρὸς 1.168 ὃν μέντοι καὶ Σιρὰχ ὁ σοφώτατος ἔλεγε "Σολομῶν, ἐσοφίσθης ἐν νεότητί σου, καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. γῆν ἐπεκά λυψεν ἡ σοφία σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων. εἰς νήσους πόρρω καὶ μακρὰς χώρας ἀφίκετό σου τὸ μνημόσυνον, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου, ἣν κατέπαυσεν ὁ θεὸς κυκλόθεν. καὶ ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς ἐθαυμαστώθης. καὶ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβδον ἐπλήθυ νας ἄργυρον. ἀλλὰ παρέκλινας τὰς λαγόνας σου γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου, καὶ ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου." οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς δι' ἑαυτοῦ σαφέστατα περὶ τῆς ἰδίας σοφίας καὶ τοῦ πλούτου φησίν "ἐμοὶ δὲ δῴη ὁ θεὸς κατὰ γνώμην εἰπεῖν καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων, ὅτι αὐτὸς ὁ κύριος καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορ θωτής. ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. αὐτὸς γάρ μοι δέδωκε τῶν ὄντων τὴν γνῶσιν ἀψευδῶς, εἰδέναι σύστα σιν τοῦ κόσμου καὶ ἐνεργείας στοιχείων, ἀρχὴν καὶ τέλος καὶ με σότητα χρόνων, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων. ὁ γὰρ πάντων τεχνίτης ἐδίδαξέ με σοφίαν. καὶ ἐγὼ ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ κα 1.169 τασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ τῶν γενομένων πάντων ὑπὸ τὸν οὐρανόν. καὶ ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, καὶ ἔγνων παραβολὰς καὶ ἐπι στήμας,