61
καὶ ἐμεγάλυνα τὰ ποιήματά μου, ᾠκοδόμησά μοι οἴκους καὶ ἐφύτευσά μοι ἀμπελῶνας καὶ ἐποίησά μοι κήπους καὶ παρα δείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμῶνα βλαστόντα ξύλα. ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτήσεις βουκολίου καὶ ποιμνίου ἐγένοντό μοι πολλαί, ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. καί γε σοφία μου ἐστάθη μοι. καὶ πᾶν ὃ ἂν ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, καὶ οὐκ ἐπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης." καὶ γὰρ πολλῆς εἰρήνης καὶ πολυολ βίας ἀδείας τε καὶ τρυφῆς ἀπέλαυσεν· ἀλλ' ὕστερον εἰς πικρίαν ἡ σπατάλη καὶ ἡ ἡδονὴ γέγονεν αὐτῷ, καὶ ὑπόθεσις ἀκολασίας. ὅθεν φησίν "ἐμίσησα σύμπασαν τὴν ζωήν μου καὶ πάντα τὸν μόχθον μου, ὅτι πάντα ματαιότης. εὗρον γὰρ πικρότερον ὑπὲρ τὸν θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρ δίας." ταῦτά τοί φησι "καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύ ναιος, καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια κόσιαι. καὶ ἔλαβε γυναῖκας Μωαβίτιδας καὶ Ἀμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐγένετο ἐν καιρῷ γήρως 1.170 αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς καὶ ἡ καρδία ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ ἀλλότριαι γυναῖκες τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. καὶ τότε ᾠκο δόμησε Σολομῶν ναὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων, καὶ τῷ Μελχὼμ προσοχθίσματι υἱῶν Ἀμών." ἡ μὲν οὖν Ἀστάρτη ἐστὶν ἡ παρ' Ἕλλησιν Ἀφροδίτη λεγομένη, ὁδὲ Χαμὼς θεὸς ἦν Τυρίων. "καὶ οὕτως ἐποίησε ταῖς ἀλλοφύλοις αὐτοῦ γυναιξὶ πάσαις, αἵτινες ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς ∆αβὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ὠργί σθη κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινεν ἡ καρδία αὐτοῦ ἀπὸ κυ ρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς καὶ ἐντειλαμένου αὐτῷ μὴ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων τὸ παράπαν. καὶ εἶπε κύριος πρὸς αὐτόν "ἀνθ' ὧν οὐκ ἐφύλαξάς μου τὰς ἐντολὰς καὶ τὰ προστάγματα ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασι λείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σοῦ τοῦτο οὐ ποιήσω, διὰ ∆αβὶδ τὸν δοῦλόν μου καὶ πατέρα σου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξά μην. καὶ ἤγειρε κύριος τῷ Σολομῶντι Σατὰν Ἄδερ τὸν Ἰδουμαῖον καὶ τὸν Ἐδρααζὰρ βασιλέα Σουβᾶ, καὶ ἦσαν τῷ Ἰσραὴλ Σατὰν πάσας τὰς ἡμέρας Σολομῶντος. καὶ ἀπέθανε Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ." ἐφ' οὗ ἦν Ὅμη ρος καὶ Ἡσίοδος.
1.171 Θαυμάσειε δ' ἄν τις καὶ μάλα εἰκότως, ὥσπερ ἐπὶ τοῦ θειοτάτου Μωϋσέως, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ σοφωτάτου Σολο μῶντος, πῶς ἑκάτερος αὐτῶν τοσαύτης πάλαι θείας δόξης καὶ προμηθείας ἀξιωθεὶς ὕστερον ὁ μὲν εἰς ἀγανάκτησιν καὶ λύπην τὸν θεὸν κινήσας τῆς ἐπαγγελίας ἐξέπεσεν, ὁ δὲ εἰς ὀργὴν καὶ θυ μὸν ἐγείρας αὐτὸν τούς τε προειργασμένους ἀρίστους πόνους ἄρ δην ἐζημίωτο καὶ τὴν ψυχὴν προσαπώλεσε. ποῦ γὰρ ἡ τοιαύτη πρὸς θεὸν οἰκείωσις καὶ παρρησία καὶ οἱ τοσοῦτοι καὶ τηλικοῦτοι πόνοι καὶ κόποι καὶ ἀγῶνες τοῦ θεσπεσίου Μωϋσέως; οἵτινες διὰ τὴν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας ἁμαρτίαν παρωράθησαν, καὶ τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου ἀθρόως ὁ δίκαιος καὶ ἀσυγχωρήτως ἀπεστέρητο, καθὼς καὶ ἔμπροσθεν εἴρηται. ποῦ δὲ καὶ ἡ πρὸς τὸν Σολομῶντα θεία φιλοστοργία καὶ ἡ τοσαύτη χάρις τε καὶ σοφία, καὶ τίς ἡ ὠφέλεια τῆς πολλῆς ἐκείνης φρονή σεως καὶ συνέσεως, καὶ ἡ προλαβοῦσα τοιαύτη νηφαλιωτάτη ἔννοια καὶ θεολογία καὶ φυσιολογία, ἔσχατον ἐκ γυναικομανίας εἰς εἰδωλομανίαν ἐκπεπτωκότος, ὡς σαφῶς δεδήλωται. τῷ ὄντι γὰρ οὐδὲν ὄφελος, ἐναρξάμενον πνεύματι σαρκὶ ἐπιτελέσαι. ἕως μὲν γὰρ ἀπήλαυε Σολομῶν τῆς ἄνωθεν προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε,