62
πάντας ἔχων ὑποκειμένους, καθὼς προείρηται, καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα· ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν εὐεπιχείρητος γέγονεν. ἀληθῶς ὄντως φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. ὥσπερ γὰρ ὁ ἔλεος ἄρρητος, 1.172 οὕτω καὶ ἡ κόλασις ἀνυπόστατος. ὅτι δὲ τοῖς εἰδώλοις ἐλάτρευσε, καταλείψας τὸν ὄντως ὄντα θεὸν τοῦ πατρὸς αὐτοῦ ∆αβίδ, εὔδη λον ἐξ ὧν καὶ Ἀχίας ὁ προφήτης ἔφη πρὸς τὸν Ἰεροβοάμ. "τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶν τος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ ∆αβὶδ τὸν δοῦλόν μου καὶ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξάμην ἐκ πασῶν τῶν φυλῶν Ἰσραήλ, ἀνθ' ὧν ἐγκατέλιπέ με, καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ Μελχὼμ προσοχθίσματι υἱῶν Ἀμών, * καὶ γυναῖκας ἀλλοτρίας πολλάς. καὶ ἔτι ἔλαβε τὴν θυγατέρα Φαραὼ ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραήλ, οὐκ εἰσελεύσεσθε ἐν αὐτοῖς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. καὶ ἔκλιναν αὐτοῦ τὴν καρδίαν ἐν καιρῷ γήρως αὐτοῦ ὀπίσω τῶν θεῶν αὐτῶν. καὶ ᾠκοδόμησεν ὑψηλὸν τῷ Χαμὼς εἰ δώλῳ Μωὰβ ἐν τῷ ὄρει, ἐπὶ προσώπου Ἱερουσαλήμ, καὶ τῷ Μελχὼμ εἰδώλῳ υἱῶν Ἀμών, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλο τρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὠργίσθη κύριος τῷ Σολομῶντι, καὶ εἶπεν· ἀνθ' ὧν οὐκ ἐφύλαξας τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα, οὐδὲ ὅλην τὴν βασιλείαν 1.173 λήψομαι. σκῆπτρον ἓν δώσω σοι διὰ ∆αβὶδ τὸν δοῦλόν μου καὶ διὰ τὴν βασιλείαν ἣν ἐξελεξάμην." Ἀποθανόντι δὲ τῷ ∆αβὶδ ἐποίησε Σολομῶν μνημεῖον παρὰ τῷ Σιλωὰμ ἀντρῶδες διὰ βάθους, πρὸς τὸ μὴ ὁρᾶσθαι μεμη χανημένον. συγκατώρυξε δὲ τῷ πατρὶ καὶ χρυσίου πολλὰς μυ ριάδας, ὡς Ἰώσηπός φησιν. ἐκεῖ καὶ αὐτὸς ὁ Σολομῶν ἀποθα νὼν ἐτάφη. φασὶ δὲ καὶ Ὑρκανὸν ὕστερον τὸν ἱερέα, τῆς πό λεως πολιορκουμένης, ἀνοῖξαι τὸ μνημεῖον καὶ χρυσοῦ τρισχίλια τάλαντα ἐκεῖθεν ἐκφορῆσαι. ἀλλὰ καὶ Ἡρώδην μετ' αὐτὸν ἀνοῖξαι μὲν τὸν τάφον, χρήματα δὲ μὴ εὑρεῖν· κόσμον δὲ χρυσοῦν καὶ κειμήλια πάμπολλα τοῦτον ἀνελέσθαι ἱστοροῦσι, πειραθέντα δὲ καὶ ἐνδοτέρω χωρεῖν πυρὶ ἐπισχεθῆναι. Ἀποθανόντος δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ τὴν βασιλείαν διαδέχεται. καὶ αὐτὸς ἀπῆλθεν εἰς Σίκιμα, ὅτι ἐκεῖ πᾶς Ἰσραὴλ ἀπῄεσαν τοῦ βασιλεῦσαι αὐτόν· καὶ ἐλάλησεν ὁ λαὸς πρὸς Ῥοβοάμ «ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον, καὶ δουλεύσομέν σοι.» καὶ εἶπεν ὁ βασιλεύς «ἀπέλθετε ἕως ἡμερῶν τριῶν· ἀναστρέψατε, καὶ λαλήσω ὑμῖν.» καὶ ἀπήγγειλε Ῥοβοὰμ τοῖς πρεσβυτέροις τὸ ῥῆμα τοῦ λαοῦ. καὶ αὐτοὶ εἶπον «ὡς ᾐτή σαντό σε ποιήσεις, καὶ αὐτοὶ δοῦλοί σου πάσας τὰς ἡμέρας.» καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν παρεστώτων αὐτῷ περὶ τούτου, καὶ αὐτοὶ εἶπον «λάλησον τῷ λαῷ οὕτως. ἡ σμι κρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου. ὁ πατήρ 1.174 μου ὑπέτασσεν ὑμᾶς ἐν κλοιῷ βαρεῖ, ἐγὼ προσθήσω ἐπὶ τῷ κλοιῷ αὐτοῦ· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίῳ.» ταύτην τὴν βουλὴν τῶν παιδαρίων εἶπε Ῥο βοὰμ ὑποστρέψαντι τῷ Ἰσραήλ· καὶ ἀπεκρίθη πᾶς ὁ λαός «οὐκ ἔστιν ἡμῖν ἔτι μερὶς ἐν ∆αβίδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. ἀπότρεχε Ἰσραὴλ εἰς τὰ σκηνώματά σου, βόσκε τὸν οἶκόν σου ∆αβίδ, καὶ κρῖνε.» καὶ διεμερίσθη ἡ βασιλεία Σολομῶντος· καὶ αὐτῷ μὲν τῷ Ῥοβοὰμ ἡ ἐξ Ἰούδα παραμένει φυλὴ καὶ ἡ τοῦ Βενιαμίν, αἱ δὲ λοιπαὶ δέκα φυλαὶ Ἰεροβοὰμ τὸν τοῦ Ναβὰτ προεστήσαντο βασιλέα. ἦν μὲν τῷ Ῥοβοὰμ τῆς βασιλείας ὁ οἶκος ἐν Ἱερουσαλήμ, ἐκαλεῖτο δὲ τὸ ὑπ' αὐτὸν ταττόμενον πλῆθος Ἰούδας καὶ ὁ οἶκος ∆αβίδ, ἐκ τῆς ἐπικρατεστέρας φυλῆς εἰληφὼς τὴν προσηγορίαν. τοῦ δὲ