63
Ἰεροβοὰμ Σαμάρεια ἡ μητρόπολις, ὁ δὲ τῆς βασιλείας οἶκος ἐν Θαρσᾷ· ὄνομα δὲ τῷ ὑπ' αὐτὸν λαῷ Ἰσραὴλ διὰ τὸ πλῆθος καὶ Ἐφραῒμ διὰ τὴν τῆς βασιλείας φυλήν. Κατὰ δὲ τὸν ὄγδοον μῆνα, ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ μηνός, ἀνέβη Ἰεροβοὰμ ἐν Βεθὴλ εἰς τὸ θυσιαστήριον ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐχώνευσε, καὶ παρέστησε τοὺς ἱερεῖς τῶν ὑψη λῶν, οὓς αὐτὸς κατέστησεν ἐν αὐτοῖς. καὶ ἰδού, ἄνθρωπος τοῦ θεοῦ παρεγένετο ἐν Βεθήλ, ἐν λόγῳ κυρίου ἐξ Ἰούδα· καὶ Ἰεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ τοῦ θύσαι. καὶ εἶπεν 1.175 ὁ ἄνθρωπος πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου «θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· ἰδοὺ υἱὸς τίκτεται ἐν τῷ οἴκῳ ∆αβίδ, Ἰωσίας ὄνομα αὐτῷ. καὶ θύσει ἐπί σε τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν θυόντων εἴς σε, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπί σε.» καὶ ἔδωκεν εὐθὺς τέρας, λέγων «ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐπ' αὐτῷ.» καὶ ὡς ἤκουσεν Ἰεροβοάμ, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ συλλαβέσθαι αὐτόν. καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἡ πιότης αὐτοῦ ἐξεχύθη. καὶ εἶπεν Ἰεροβοάμ «δεήθητι τοῦ προσώ που κυρίου τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με.» καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὑγιής. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπὸ προσώπου Ἰεροβοάμ. ἦν δέ τις ἄλλος ψευδοπροφήτης, κατοικῶν ἐν Βεθήλ, πρεσβύτης· καὶ μαθὼν ὅσα ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ἐπὶ δρῦν, καὶ εἶπεν αὐτῷ «δεῦρο μετ' ἐμοῦ, καὶ φάγε ἄρτον.» καὶ εἶπεν «οὐ φάγωμαι ἄρτον οὐδὲ πίωμαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ὅτι κύριος ἐνετεί λατό μοι οὕτως.» καὶ εἶπε «κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος κυρίου ἐλάλησέ μοι τοῦ ἐπιστρέψαι σε καὶ φαγεῖν ἄρτον.» καὶ ἠπάτησεν αὐτόν, καὶ ὑπέστρεψε καὶ ἔφαγε καὶ ἔπιε. γίνεται οὖν λόγος κυρίου πρὸς τὸν ψευδοπροφήτην τὸν ἀποστρέψαντα αὐ τόν, καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ «τάδε λέγει κύριος· ἀνθ' ὧν παρέβης τὸν νόμον κυρίου καὶ ὑπέστρεψας καὶ ἔφαγες καὶ 1.176 ἔπιες ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τά φον τῶν πατέρων σου.» ἐξελθόντα δὲ λεὼν συναντήσας ἐθα νάτωσεν αὐτόν. Ἰεροβοὰμ δὲ οὐκ ἀπέστρεψεν ἀπὸ τῆς κακίας αὐτοῦ. Τῷ ληʹ ἔτει τοῦ Ἀσᾶ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀχαὰβὁ πάντων βασιλέων πονηρότατος ἐν Ἰσραήλ, ὃς θυσιαστήριον ἔστησεν τῷ Βάαλ. οὗτος εἶχε γυναῖκα τὴν Ἰεζάβελ. ἐπὶ τούτου Ἀχιὴλ ὁ Βεθηλίτης ᾠκοδόμησε τὴν Ἰεριχώ· ἐν τῷ Ἀχιᾷ τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτήν, καὶ ἐν Σεγοὺβ τῷ νεωτέρῳ ἐπέ στησε τὰς θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ τοῦ υἱοῦ Ναυῆ. τότε καὶ ὁ προφήτης Ἠλίας εἶπε πρὸς Ἀχαάβ «ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων, ᾧ παρέστην ἐνώ πιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου.» καὶ ἐπορεύθη κατὰ τὴν ἀνατολὴν ἐν λόγῳ κυρίου, καὶ ἐκρύβη ἐν τῷ χειμάρρῳ Χορὰθ τῷ ἐπὶ πρόσω πον τοῦ Ἰορδάνου, καὶ ἔπιεν ὕδωρ ἐκεῖθεν· καὶ οἱ κόρακες ἔφε ρον αὐτῷ κρέας πρωΐ, καὶ τὸ δείλης ἄρτον. τοῦ χειμάρρου δὲ τῇ ἀνομβρίᾳ ξηρανθέντος διὰ λόγου κυρίου ἔρχεται εἰς Σαρεφθᾶ. καὶ χήρᾳ γυναικὶ ἐπιξενωθεὶς ἤσθιεν αὐτός τε καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτῆς· καὶ ἡ δρὰξ τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν, οὐδὲ ὁ καμ ψάκης τοῦ ἐλαίου ἠλαττονήθη, ἕως οὗ διελύθη ὁ λιμός. ταύτης καὶ τὸν υἱὸν ἤγειρεν ἐκ νεκρῶν, ὅν φασί τινες εἶναι Ἰωνᾶν τὸν 1.177 προφήτην. τότε καὶ τὴν θυσίαν ἐποίησεν, ἐν ᾗ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέκαυσε τὰ ὁλοκαυτώματα καὶ τὸ ὕδωρ καὶ τὸν χοῦν τῆς γῆς. ἐκεῖ καὶ τοὺς ἱερεῖς τοῦ Βὴλ καὶ τοὺς προφήτας ἔσφα ξεν ωνʹ, καὶ ὑετὸν κατήνεγκεν. Ἰεζάβελ δὲ τοῦτο μαθοῦσα προσηπείλησεν αὐτῷ, καὶ ἔφυγεν Ἠλίας ἀπὸ προσώπου Ἰεζάβελ ὁδὸν ἡμερῶν τεσσαράκοντα. μόνος δὲ Ἀβδιοὺ ἐκ νέας ἡλικίας προφήτης γέγονε δι' εὐσέβειαν, ἀπὸ προφητῶν μὴ γενεαλογού μενος. ἦν δὲ τοῦ Ἀχαὰβ οἰκονόμος, ἐν κρυπτῷ σεβόμενος τὸν θεὸν Ἰσραήλ. οὗτος καὶ ἑκατὸν προφήτας ἐν δυσὶ σπηλαίοις κρύψας διὰ τὸν φόβον Ἰεζάβελ (ἀπέκτεινε γὰρ αὐτούς)