64
ἄρτῳ καὶ ὕδατι ἔθρεψεν, ἕως ἐλύθη ὁ λιμός. τότε καὶ Ἠλίας ἐν λόγῳ κυρίου χρίει Ἐλισαιὲ εἰς προφήτην· εὑρίσκει γὰρ αὐτὸν ἀρο τριῶντα ἐν δώδεκα ζεύγεσι βοῶν. καὶ εὐθὺς θύει μὲν τοὺς βόας, ἐν δὲ τοῖς σκεύεσιν ἀνάπτει πῦρ, καὶ ἑψήσας δίδωσι τῷ λαῷ φαγεῖν. καὶ αὐτὸς ἀπῆλθεν ὀπίσω Ἠλίου, καὶ διηκόνει αὐτῷ. Ἀχαὰβ κρατήσας τὸν υἱὸν Ἄδερ τῆς Συρίας ἀπέλυσεν αὐτὸν μετὰ δώρων. καὶ ἄνθρωπός τις ἐκ τῶν υἱῶν τῶν προφητῶν, Μιχαίας ὄνομα, εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου «πάταξόν με.» καὶ οὐκ ἠθέλησε. καὶ εἶπεν αὐτῷ «ἀνθ' ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἔξω, καὶ πα τάξει σε λέων· ὅπερ καὶ γέγονε. καὶ εἶπε πρὸς ἄλλον, καὶ ἐπά ταξεν αὐτόν, καὶ συνετρίβη. καὶ καταδησάμενος ὁ προφήτης 1.178 τελαμῶνι τοὺς ὀφθαλμούς, ὡς ὁ βασιλεὺς Ἰσραὴλ παρεπορεύετο, καὶ αὐτὸς ἐβόα «ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέ μου, καὶ ἀνὴρ εἰσῆγεν ἄνδρα πρός με λέγων φύλαξόν μοι τὸν ἄν δρα τοῦτον. ἐὰν δὲ ἀποφύγῃ, ἡ ψυχή σου ἔσται ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντα ἀργυρίου στήσεις. καὶ ἐγένετο, ὡς περιεβλέ πετο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ αὐτὸς οὐκ ἦν.» καὶ εἶπεν Ἀχαάβ «ἰδοὺ δικαστὴς σύ, καὶ τὰ ἔνεδρα παρ' ἐμοί. ἐφόνευσας.» καὶ σπεύσας ὁ προφήτης ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐγνώσθη ὅτι ἐκ τῶν προφητῶν ἐστὶν οὗτος, καὶ εἶπε «τάδε λέγει κύριος· διότι ἐξήγαγες σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός μου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» καὶ ἀπῆλθεν Ἀχαὰβ ἐκλελυμένος καὶ κλαίων. Ἀμπελὼν εἷς ἦν Ναβουθαὶ τῷ Ἰζραηλίτῃ παρὰ τὴν ἅλω τοῦ Ἀχαάβ, ὃν ἐζήτει λαβεῖν Ἀχαὰβ καὶ δοῦναι ἢ ἕτερον ἀμπελῶνα ἢ τὴν τιμὴν αὐτοῦ. ὁ δὲ εἶπε «μὴ γένοιτό μοι δοῦναί τινι τὴν κλη ρονομίαν μου.» λυπηθέντος δὲ Ἀχαάβ, ὡς ἤκουσεν Ἰεζάβελ, γράφει πρὸς τοὺς πρεσβυτέρους τοὺς ἐν τῇ πόλει διὰ προφάσεως ἀποκτεῖναι αὐτόν. οἱ δὲ συκοφαντοῦσιν αὐτὸν ὡς κατηράσατο τοῦ βασιλέως, καὶ ἀποκτείνουσιν αὐτόν, καὶ κληρονομεῖ Ἀχαὰβ τὸν ἀμπελῶνα. καὶ ἔρχεται πρὸς αὐτὸν Ἠλιού, καὶ λέγει αὐτῷ 1.179 «τάδε λέγει κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο ἐν τῷ τόπῳ ᾧ ἔλειξαν οἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου· καὶ τὴν Ἰεζάβελ καταφάγωνται οἱ κύνες ἐν τῷ προτειχίσματι Ἰεσραέλ.» ὅπερ καὶ γέγονε. ἐξελθὼν γὰρ μετὰ βα σιλέως Ἰούδα Ἰωσαφὰτ πολεμῆσαι τὸν βασιλέα Συρίας, τοξεύεται κατὰ τοῦ ἥπατος, καὶ ὑποστρέφει πρὸς Σαμάρειαν, αὐτὸς δὲ τε λευτᾷ· τὸ δὲ αἷμα αὐτοῦ ἀπονίπτουσιν ἐπὶ τῆς κρήνης Σαμαρείας, καὶ ἐξέλειξαν οἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα αὐτοῦ. μικρὸν δὲ κάτω θεν αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ. καὶ Ἰεζάβελ ἀπὸ τοῦ τείχους πεσοῦσα τοῖς κυσὶ κατάβρωμα γέγονε κατὰ τὸ ῥῆμα κυρίου.
Ὀχοζίας υἱὸς Ἀχαὰβ κρατεῖ τοῦ Ἰσραὴλ ἔτη δύο. οὗτος ἠρρώστησε, καὶ ἀπέστειλεν ἀγγέλους ἐπερωτῆσαι ἐν τῇ Βάαλ μυιάων θεὸν Ἀκκάρων, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. καὶ ἰδοὺ Ἠλίας συνήντησεν αὐτοῖς. καὶ ἀποστραφέντες εἶπον τῷ Ὀχοζίᾳ «ἀνὴρ δασὺς συνήντησεν ἡμῖν, καὶ ζώνη δερματίνη ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ εἶπε πρὸς ἡμᾶς, ἀποστράφητε πρὸς τὸν ἀπο στείλαντα ὑμᾶς, καὶ εἴπατε αὐτῷ· τάδε λέγει κύριος· διὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραήλ, σὺ πορεύῃ ἐπερωτῆσαι ἐν τῇ Βάαλ. οὐχ οὕτως. ἡ κλίνη ἐν ᾗ ἀνέβης, οὐ καταβήσῃ ἀπ' αὐτῆς.» καὶ εἶπεν «Ἠλιοὺ ὁ Θισβίτης ἐστί.» καὶ ἀπέστειλεν ἡγούμενον πεν τηκοντάρχην καὶ τοὺς πεντήκοντα αὐτοῦ. καὶ Ἠλιοὺ ἐπὶ τῆς κο ρυφῆς τοῦ ὄρους. καὶ εἶπεν ὁ πεντηκοντάρχης πρὸς αὐτόν «ἄν 1.180 θρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς καλεῖ σε· κατάβηθι.» πρὸς ὃν Ἠλίας «εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐξ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου.» καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. οὕτως ἐγένετο καὶ τοῖς δευτέροις. ὁ δὲ τρίτος πεντηκοντάρχης ἐλθών, πεσὼν ἐπὶ τὴν γῆν, ἐδεήθη καὶ εἶπεν «ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω δὴ ἡ