66
καταρράκτας τοῦ οὐρανοῦ, οὐ μὴ ἔσται τοῦτο.» ὁ δὲ Ἐλισαῖος φησίν «ἰδοὺ ὄψει τοῖς ὀφθαλ μοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.» καὶ ἄνδρες λεπροὶ τέσσαρες παρὰ τὴν πύλην τῆς πόλεως καθήμενοι, καὶ τὸν λιμὸν μὴ φέρον τες, ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι. καὶ δια ναστάντες ἐν τῷ σκότει εἰσῆλθον εἰς τὴν παρεμβολὴν Συρίας. καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ, ὅτι κύριος ἀκουστὴν ἐποίησε τὴν παρεμβολὴν Συρίας φωνὴν ἁρμάτων καὶ ἵππων καὶ δυνάμεως μεγάλης. καὶ ἀπέδρασαν ἐν τῷ σκότει πάντες, καταλείψαντες ἅπαντα. καὶ τῶν λεπρῶν διασαφησάντων ἐν τῇ πόλει, ἀπέστει λεν ὁ βασιλεὺς γνῶναι εἰ ἀληθὴς ὁ λόγος. καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, ἰδοὺ πᾶσα ἡ ὁδὸς πλή ρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν ἐν τῷ θαμβεῖσθαι αὐτούς. καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμένων, ἐξῆλθεν ὁ λαὸς τῆς πό λεως καὶ διήρπασε τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου κατὰ τὸ ῥῆμα κυ ρίου. τοῦ δὲ βασιλέως καταστήσαντος τὸν τριστάτην ἐπὶ τῆς πύλης, συνεπάτησεν αὐτὸν ὁ λαὸς (καὶ ἀπέθανε) μὴ φαγόντα ἐκ τοῦ σίτου κατὰ τὸ ῥῆμα τοῦ προφήτου. Καὶ μέντοι καὶ τὸ Ἰεριχούντειον ὕδωρ δι' εὐχῆς ἰάσατο. πικρὸν γὰρ ἦν φύσει καὶ δύσποτον καὶ πρὸς τεκνογονίαν ἐμπόδιόν 1.184 τε καὶ θανατηφόρον, ἔσθ' ὅτε καὶ πρὸς ἀρδείαν ἀνεπιτήδειον· ὅπερ εἰς εὐχρηστίαν ἀνθρώποις καὶ κτήνεσι μεταβληθὲν εὐκαρπίας μάλιστα πολλῆς καὶ σωτηρίας ὑπῆρχε τῇ χώρᾳ πρόξενον. ἄχρι γὰρ δεῦρο πλημμυροῦν μεγίστην πιαίνει πεδιάδα, καὶ τρέφει πα ραδείσους καὶ φοινίκων γένη διάφορα μελιτοφόρα, ὧν οἱ πλεῖστοι πατούμενοι καὶ ἀποθλιβόμενοι μέλι πολὺ ἐκχέουσιν. ἔστι γὰρ μελιτοφόρος καὶ ἀρωματοφόρος ἡ χώρα πάνυ, φέρουσα κίτρον καὶ μυροβάλανον καὶ ὀποβάλσαμον ὅτι πλεῖστον· ἥτις δι' ὀλίγων καρπῶν καὶ ἀνθρώποις ἐπιθυμητῶν εὖ μάλα τῷ παραδείσῳ πως παρεικάζεται. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ναμεσίου. τούτου εἰσερχομένου ἐν τῇ πόλει Σαμαρείας παρέκυψεν Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλωπισμένη· ὁ δὲ βασιλεὺς προσέταξε τοῖς εὐνού χοις αὐτῆς κατακρημνίσαι αὐτήν. τούτου δὲ γεγονότος Ἰεζάβελ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. ἐπά ταξε δὲ ὁ βασιλεὺς καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ πάντας ἐν Σαμαρείᾳ κατὰ τὸ ῥῆμα Ἠλιοῦ. συναθροίσας δὲ ἅπαν τὸ πλῆθος τοῦ λαοῦ, ἔφη πρὸς αὐτοὺς μετὰ πανουργίας «Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ· πᾶς γὰρ ὃς ἂν ἀπολείψῃ, οὐ ζήσεται.» συναθροισθέντων οὖν πάντων, καὶ τοῦ εἰδωλείου πλησθέντος, στόμα πρὸς στόμα φησὶν 1.185 ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ «ἐρευνήσατε ἀκριβῶς εἰ ἔστι μεθ' ὑμῶν τις τῶν δούλων κυρίου.» καὶ μηδενὸς εὑρεθέντος ἐκέ λευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας· καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος τοῦ πορεύεσθαι ἐν νόμῳ κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη εἴκοσι δύο. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη κζʹ. μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιδʹ. ἐφ' οὗ Ἐλισαιὲ ἐτελεύτησε, προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν διὰ συμβόλων κατὰ Συρίας νίκην, ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦ σαι πεντάκις· καὶ τὸ μὲν τρίτον εὐστόχως ἔρριψε, τὸ δὲ τέταρτον ἠστόχησε, καὶ προφητεύει αὐτῷ ἕως τρίτης συμβολῆς νικῆσαι τοὺς Σύρους, τὰς δὲ ἑτέρας ἡττηθῆναι. εἰ γὰρ ἄχρι τῶν πέντε τὰ βέλη εὐστόχως ἐβεβλήκει, πεντάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέβαλε. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ ∆αβὶδ ἕως Σεδεκίου ἔτη υ ϟηʹ. οἱ δὲ βασιλεῖς ὑπῆρχον τὸν ἀριθμὸν κβʹ, πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ ∆αβίδ. ἐφ' ὧν ἦσαν προφῆται,