67
ἐπὶ μὲν Σαοὺλ ∆αβὶδ καὶ Σαμουήλ, ἐπὶ δὲ ∆αβὶδ αὐ τὸς ὁ ∆αβίδ, Γάδ, Νάθαν, Ἀσάφ, ἐπὶ Σολομῶντος καὶ τῶν μετ' αὐτὸν Μιχαίας ὁ Σιλωνίτης, Σαμέας ὁ Ἀδών. ἐπὶ δὲ Ἰω 1.186 σάφατ καὶ τῶν μετ' αὐτὸν Μιχαίας, Ἠλίας, Ἐλισαῖος, Ἀβδίου.ἐπὶ δὲ Ἰηοῦ Ὀζιήλ, Ἐλεάζαρ, Ἀζαρίας. ἐπὶ δὲ Ἐζεκίου κατῶν μετ' αὐτὸν Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶς. ἐπὶ δὲ Ἰωσίκαὶ τῶν μετ' αὐτὸν Ἱερεμίας, Σοφονίας, Ὀλδά, Βαρούχ. ἐπὶ Σεδεκίου Ἱερεμίας, Ἀβακούμ. μετὰ δὲ τὴν αἰχμαλωσίαν ἐπὶἸησοῦ Ἀγγαῖος καὶ Ζαχαρίας. ∆ανιὴλ καὶ Ἰεζεκιὴλ ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι προεφήτευσαν. Ἰωσάφατ ὑπὸ Ἐλισαίου χρισθεὶς εἰς βασιλέα ἐπὶ Σαμαρείας πάντα τοῦ Ἀχαὰβ τὸν οἶκον ἐτιμωρήσατο. αὐτὸν μὲν γὰρ τὸν βασιλέα Ἰωρὰμ κατατοξεύσας ἀναιρεῖ, κρημνῷ δὲ Ἰεζάβελ τὴν τούτου διαχειρίζεται μητέρα. καὶ ὁ τοῦ Ἀχαὰβ υἱοὺς διαχειρισά μενος προύθηκεν αὐτῶν ἐπὶ τὰς διεξόδους τὰς κεφαλάς. ἔπειτα συναγαγὼν πάντας τοὺς τοῦ Βάαλ προφήτας καὶ ἱερεῖς, δημοτελῆ θυσίαν ἐπιτελεῖν προσποιησάμενος, πάντας ὑφ' ἓν ἀποσφάττει, καὶ τὸ εἰδωλεῖον κατασκάπτει καὶ καθιστᾷ λύτρωμα. ἐβασίλευσε δὲ ἔτη κηʹ. Ἰωὰς υἱὸς Ὀχοζίου βασιλεύει μετ' αὐτὸν ἔτη ι ϛʹ. οὗτος τὴν Γοθολιὰν ἀνεῖλεν. ἐπὶ τούτου ἱεράτευεν Ἰωδαέ, ζήσας ἔτη ρλʹ. σημειωτέον ὅτι τοῦτον οὗτος φαίνεται μόνος. βιώσας τὸν χρόνον μετὰ Μωϋσῆν. Τῷ #22δχμηʹ ἔτει τοῦ κόσμου προφήτης Ἐλισαῖος τελευτᾷ, καὶ θάπτουσιν αὐτόν. μετ' οὐ πολὺ δὲ μονόζωνοι Μωὰβ ἦλθον 1.187 ἐν τῇ γῇ, καὶ ἔθαψαν ἄνθρωπον ἐν τῷ μνημείῳ Ἐλισαιέ. ὡς οὖν προσήγγισεν ἐκεῖνος τοῖς ὀστέοις τοῦ προφήτου, ἀνέζησε καὶ ἔστη ἐπὶ τοὺς πόδας αὐτοῦ. Ἰεροβοὰμ ὁ υἱὸς Ἰωὰς ἐβασίλευσεν ἔτη μαʹ· ἐπὶ τούτου προεφήτευον Ἰωνᾶς καὶ Ἀμώς. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἕξ. Σελοὺμ τὸν Ζαχαρίαν ἀνελὼν ἐβασίλευσε μῆνας δέκα. Μαναεὶμ τῷ Σελοὺμ ἐπαναστὰς ἐβασίλευσεν ἔτη δέκα. οὗτος μὴ δεξαμένων αὐτὸν τῶν ἐν Θερσᾷ χειρωσάμενος ἀναιρεῖ, καὶ τὰς ἐν γαστρὶ ἐχούσας διαρρήσσει. Φαλκίας τοῦ Μαναεὶμ υἱὸς τὸν πατέρα διαδεξάμενος ἐβασίλευσεν ἔτη δύο. Φακεὲ ὁ τοῦ Ῥωμελίου τὸν Φαλκίαν ἀνελὼν ἐβασίλευσεν ἔτη ηʹ· ἐπὶ τούτου Θεγλαφαλασσὰρ ὁ Ἀσσυρίων βασιλεὺς εἰς τὴν Ἰουδαίαν ἐπιστρατεύσας τὰ πλεῖστα τῆς γῆς αὐτῶν σφετερίζεται. Ὠσηὲ μετὰ τὸν Φακεέ, ὁ τοῦ Ἰλᾶ, βασιλεύει ἔτη θʹ. ἐπὶ τούτου Σαλμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπιστὰς τῇ Σαμαρείᾳ αὐτόν τε ἄγει αἰχμάλωτον καὶ πάντα τὸν Ἰσραὴλ σὺν αὐτῷ, καὶ κατοικίζει αὐτοὺς ἐν Ἀλαὲρ καὶ Ἀβώρ, Μηδικαῖς πόλεσι, καὶ ἐπὶ ποταμῷ Γοζᾶν, ἔνθα τῆς εἰς θεὸν παραβάσεως δίκας ἐκτιννύουσι κακουχούμενοι. ὁ δὲ Ἀσσύριος Βαβυλωνίους ἐν Σαμαρείᾳ πέμψας αἰσχρῶς καὶ ἀνόμως βεβιωκό τας, οἰκεῖν αὐτόθι ἐκέλευσε. τούτους ὁ θεὸς λέοντας ἐξαποστέλ λων διέφθειρε. πυθόμενος δὲ ὁ βάρβαρος καὶ συνιεὶς δέον ἔκρι νεν ἐπὶ τῆς γῆς ἐκείνης τῆς κατὰ νόμον θεῷ λατρείας ἐπιμελεῖσθαι, καὶ ἕνα τῶν ἱερέων ἐξαποστείλας τὸν Ἔσδραν τὰ νομιζόμενα αὐ τόθι ποιεῖν ἐκέλευσεν. ὁ δὲ καταμένων ἐν Βεθὴλ τὸν νόμον αὐ 1.188 τοὺς ἐξεπαίδευσε, καὶ τὸν θεὸν σέβεσθαι αὐτοὺς ἐδίδασκε. καὶ οὕτως ἐξ ἐκείνου συμβαίνει ἐκ τῶν λεόντων τὴν γῆν ἠρεμῆσαι. τούτους εἰσέτι Σαμαρείτας ἀπὸ τῆς χώρας προσαγορεύουσι· διὸ καὶ ἀλλόκοτοι τὰς προαιρέσεις, διὰ δὲ τὴν τοῦ νόμου διδασκαλίαν βραχεῖαν ἔχουσι θεοσεβείας ἔμφασιν· οὐδὲ γὰρ τῆς δεκαλόγου πλεῖον παραλαβεῖν ἠξιώθησαν. Ἐνταῦθα τῆς Ἰσραηλιτικῆς βασιλείας οἱ χρόνοι κατέληξαν εἰς ἔτη τριακόσια τρία καὶ μῆνας ἑπτά, ἀρξάμενοι μὲν ἀπὸ Ἰερο βοὰμ τοῦ Ναβάτ, καταλήξαντες δὲ εἰς Ὠσηὲ τὸν τοῦ Ἰλᾶ καὶ τὴν ὑπὸ Σαλμανασσὰρ τοῦ Ἰσραὴλ μετοικεσίαν ἀπὸ Σαμαρείας εἰς Μήδους. ἤκμαζε δὲ καὶ ἡ προκειμένη τῶν ἐκ ∆αβὶδ βασιλεία, τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ δεκάτου τῆς τοῦ Σαοὺλ ἔχουσα μοναρχίας, καταλήξασα δὲ ἐπὶ τὸν Ῥοβοὰμ τὸν τοῦ Σολομῶντος. Ἀβία διαδεξάμενος τὴν τοῦ πατρὸς ἀρχὴν βασιλεύει ἔτη τρία ἐν Ἱερουσα λήμ. Ἀσᾶ ἔτη μαʹ· οὗτος ἤδη γηραιὸς ὢν ἀρθριτικῷ τοὺς πόδας ἤλγησε πάθει. Ἰωσάφατ μετὰ τοῦτον ἔτη κεʹ· ἐπὶ τούτου