68
προε φήτευσε Μιχαίας καὶ Ἀβδίας καὶ Ἐλεάζαρ καὶ Ἀνανίας. Ἰωρὰτὸν πατέρα Ἰωσάφατ διαδεξάμενος ἔτη ηʹ.
Ἐν Σαμαρείᾳ Γοθολία ἡ θυγάτηρ Ζαμβρῆ τοῦ βασιλέως Ἰσραὴλ ἔτη ηʹ. αὕτη πασῶν ἀσεβεστάτη γενομένη γυναικῶν πάν τας ἀναιρεῖ τοὺς Ὀχοζίου παῖδας, Ἀχαὰβ τῷ Ἰσραηλίτῃ βασιλεῖτιμωρουμένη· ἐδόκει γὰρ ἐκ τοῦ γένους εἶναι τούτου. Ἰωσαβὶδ δὲ ἡ τοῦ Ὀζίου ἀδελφή, γυνὴ τοῦ ἀρχιερέως Ἰωδαέ, κλέψασα Ἰωὰς τὸν Ὀχοζίου υἱὸν ὀκταετῆ τυγχάνοντα Ἰωδαὲ προσήγαγεν. 1.189 αὐτὸς δὲ χρίσας ἀνέδειξε βασιλέα, Γοθολίαν ἀνελών. εὐσεβὴς δὲ κατ' ἀρχὰς γενόμενος πάντα καθαιρεῖ τὰ εἴδωλα, πλὴν τῶν μετεώρων. εἰδωλολατρεῖ δὲ ἐπὶ τῷ τέλει Ἰωάς, καὶ Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ υἱὸν τὸν προφήτην, αἰτιώμενον τὴν ἐκτροπήν, κατα λεύσας ἀναιρεῖ. βασιλεύει δὲ ἔτη μʹ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· ἐπὶ τούτου Σίβυλλα ἡ Κυμαία ἐγνωρίζετο. Ὀζίας ὁ καὶ Ζαχαρίας, υἱὸς Ἀμεσίου, ἔτη νβʹ. οὗτος θεοσεβὴς ἀνὴρ ἦν· ὕστερον δὲ τῶν ἁγίων ἐπιβῆναι πειρασθεὶς λεπροῦται, καὶ ἐδίκα ζεν ἀντ' αὐτοῦ ὁ υἱὸς αὐτοῦ. ἦν δὲ ἀρχιερεὺς Ἀζαρίας, προφήτης δὲ Ἀμὼς καὶ Ἠσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ καὶ Ἰωνᾶς. κατατούτους τοὺς χρόνους Λυκοῦργος Λακεδαιμονίων ἐνομοθέτει. Ἰωάθαμ ὁ υἱὸς Ὀζίου ἔτη ι ϛʹ. ἐπὶ τούτου τῷ πρώτῳ ἔτει Ἴφιτος τὰς Ὀλυμπιάδας ἐνέστησεν, ὅ ἐστι τετραετηρικὸς χρόνος. παρ' Αἰγυπτίοις δὲ κυρίως Ὀλυμπιὰς ἡ σελήνη καλεῖται διὰ τὸ κατὰ μῆνα περιπολεῖν τὸν ζωδιακὸν κύκλον, ὃν οἱ παλαιοὶ Ὄλυμ πον ἐκάλουν. ἐν αὐτῇ τῇ πρώτῃ Ὀλυμπιάδι Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν, οἵτινες ἐν τῇ ζʹ Ὀλυμπιάδι τὴν Ῥώμην ἤρξαντο κτίζειν. τούτων τὴν διήγησιν πλατύτερον ἐν τῇ τάξει τῶν βασι λέων εὑρήσεις. Ἐζεκίας τὸν Ἀχὰζ διαδεξάμενος ὁ υἱὸς ἐβασίλευσεν ἔτη κθʹ. ἐν τῷ ϛʹ ἔτει τούτου μετῳκίσθη ὑπὸ Σαλμανασὰρ τοῦ καὶ Να βουνασάρου, βασιλέως Ἀσσυρίων, Σαμάρεια αἰχμαλωτισθεῖσα. 1.190 αὕτη πρώτη ἡ αἰχμαλωσία Ἰσραήλ. οὗτος δὲ καὶ Σαρδανάπαλος ἐλέγετο, ἦν δὲ πατὴρ τοῦ Ναβουχοδονόσορ. ἀναγκαῖον δὲ ζητῆ σαι περὶ τῆς τῶν Ἀσσυρίων βασιλείας, πῶς ταύτης πρὸ ϟϛʹ ἐτῶν καθαιρεθείσης ὑπὸ Ἀρβάκου τοῦ Μήδου, τοῦ ταύτην εἰς Μή δους μετενέγκαντος, ἡ γραφὴ τὸν Σαλμανασὰρ βασιλέα Ἀσσυ ρίων καλεῖ. καί * φησιν ὅτι Μήδων μὲν γένος κατὰ διαδοχὴν ἀπὸ Ἀρβάκου ἐβασίλευσεν, ἡ δὲ βασιλεία καὶ Ἀσσυρίων ἐλέγετο διὰ τὸ εὐγενὲς καὶ παλαιὸν τῆς ἀρχῆς καὶ τὸ τῆς χώρας ὄνομα· ὁ γὰρ τῶν Ἀσσυρίων οὗτος βασιλεὺς ὑπὸ τὴν ἡγεμονίαν Μήδων ὢν Ἀσσυρίων βασιλεὺς κατέστη. ὁ τοίνυν Ἐζεκίας τῷ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ νοσήσας πρὸς θάνατον προσθήκην ζωῆς ἔλαβε διὰ Ἠσαΐου ἐτῶν ιεʹ. καὶ πιστοῦται ταῦτα διὰ τοῦ παραδόξου σημείου τῆς ἐπανόδου ἡλίου, τῆς φυσικῆς κινήσεως δέκα βαθμοὺς ἀναποδισάσης ἤγουν δέκα ὥρας καθ' ὅλην τὴν οἰκουμένην, ὡς εἶναι τὴν ἡμέραν ἐκείνην μόνην χωρὶς τῆς ἰδίας νυκτὸς ὡρῶν κβʹ. οὗτος καὶ σωφροσύνην ἀσκῶν ἀπὸ τῆς νόσου ἀναστὰς ηὔξατο παι δοποιῆσαι. οὗτος τὸν ὄφιν ὃν ἐκρέμασε Μωϋσῆς ἐν τῇ ἐρήμῳ, καθεῖλε καὶ ἐχώνευσεν, ὅτι αὐτῷ ἐθυμία ὁ λαός. ἀλλὰ καὶ βι βλίον Σολομῶντος, ἰαματήριον παντὸς πάθους ἐγκεκολαμμένον, ἐξέκαυσε καὶ ἠφάνισε, τάς τε περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ τῶν φυτῶν καὶ παντοίων ζῴων φυσιολογία, χερσαίων πετεινῶν τε καὶ νηκτῶν, καὶ ἰαμάτων πάθους παντός, γραφείσας αὐτῷ, ἀφ' ὧν καὶ οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμε 1.191 νοι καὶ τὰς ἀφορμὰς εἰληφότες τὰς ἰδίας συνεστήσαντο τέχνας. ταῦτα τοίνυν τὰ βιβλία Ἐζεκίας κατακαύσας ἀφανῆ ἐποίησεν, ὡς λέλεκται, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς περιώρα τὰς ἰάσεις αἰτεῖν παρὰ θεοῦ. ἐν ταύταις ταῖς ἡμέραις τοῦ Ἐζεκίου ἀνέβη Σεναχηρεὶμ ὁ διάδοχος Σαλμανασάρ· καὶ πλεῖστα μεγαλορρημονήσαντος κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ λαοῦ αὐτοῦ, παρεκλήθη ὁ διασκεδάζων βουλὰς ἐθνῶν καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων, καὶ ἀποστείλας ἄγγελον ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων χιλιάδας ρπεʹ. καὶ οὕτω μετ' αἰσχύνης καὶ λύσσης ὁ