69
Σεναχηρεὶμ ἀναζεύξας εἰς Νι νευὶ δεινῶς ἀνῄρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανασὰρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραήλ. ὃν αὐτίκα θεία δίκη μετελθοῦσα, καὶ ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθέντος, ἐπαύθη τῆς αἰχμαλωσίας ἡ ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου ἀναιρέσεως. Ἐν ταύτῃ τῇ αἰχμαλωσίᾳ ὑπῆρχέ τις ἐλεήμων ἄνθρωπος τοὔνομα Τωβήτ, καὶ πολλὴν ἔχων σπουδὴν εἰς τὸ θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. περὶ ὧν καὶ διαβληθεὶς τῷ βασι λεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους· καὶ ὡς εἴωθε πολλάκις γίνεσθαι, κοιμώμενος καὶ τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους ἔχων, καὶ στρουθίων ἀφοδευσάντων εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώ ματα πεποίηκεν. ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη συγγενὴς αὐτοῦ, ἥτις ἑπτὰ ἄνδρας λαβοῦσα, καὶ πάντων ὑπὸ δαίμονος ἀναιρουμέ 1.192 νων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο. καὶ ἀπέστειλεν αὐτῇ βοη θὸν ὁ θεὸς τὸν ἄγγελον Ῥαφαήλ. ὁ οὖν Τωβὴτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τοβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυ λῆς καὶ τοῦ γένους αὐτοῦ κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρό γραφον περὶ ταλάντων δέκα χρυσίου ἃ καὶ παρέθετο ἐν τῇ Μηδίᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους. τοῦ δὲ παιδὸς ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει θεοῦ προνοίᾳ τὸν ἄγγελον Ῥαφαὴλ ὡς ἄνθρωπον ἑστῶτα. ὃν μισθω σάμενος, εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνομαζόμενον, συνοδεύει τούτῳ. καὶ διελθόντων αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν, καὶ τοῦ παιδὸς εἰσελθόντος λούσασθαι, καὶ ἰχθύος αὐτῷ μεγάλου ἐπιπηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα, καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν καὶ τὴν χολήν, καὶ φυλάττειν. τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν "τὸ μὲν ἧπαρ" φησί "καὶ ἡ καρδία θυμιώμενα διώκει δαί μονας, ἡ δὲ χολὴ καθαρίζει λευκώματα." εἶτα ὁ μὲν παῖς λαμ βάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ πονηροῦ δαίμονος ἐν τῷ θυμιάματι τούτῳ. καὶ ὑποστρέφει μετὰ τοῦ παι δὸς καὶ τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν πατέρα Τωβήτ· οὗ τοὺς ὀφθαλμοὺς ὁ παῖς τῇ χολῇ τοῦ ἰχθύος ἐπιχρίσας, καὶ παρευθὺ Τωβὴτ ἀναβλέψαντος ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄν θρωπός ἐστιν, ἀλλὰ παρὰ θεοῦ ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάρρᾳ διὰ τὴν αὐτῶν εὐσέβειαν, λέγων πρὸς αὐ 1.193 τούς «μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ κυρίου ἀνυμνεῖν ἐνδόξως.» Ἐπὶ τούτου καὶ ἄνθρωπός τις ἐγνωρίζετο ἐν τῷ Ἰσραὴλ πλούσιος καὶ ἀνελεήμων, ὃς ἐλθὼν πρός τινα τῶν διδασκάλων καὶ ἀναπτύξας τὴν σοφίαν Σολομῶντος εὗρεν εὐθύς "ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ." καὶ εἰς ἑαυτὸν γενόμενος καὶ κατανυγεὶς ἀπελθὼν πέπρακε πάντα καὶ διένειμε πτωχοῖς, μηδὲν ἑαυτῷ καταλείψας πλὴν νομισμάτων δύο. καὶ πτωχεύσας πάνυ καὶ ὑπὸ μηδενὸς ἐκ θείας δοκιμασίας ἐλεούμενος ὕστερον ἐν ἑαυτῷ λέγει μικροψυχή σας "ἀπελεύσομαι ἐν Ἱερουσαλὴμ καὶ διακρινοῦμαι τῷ θεῷ μου ὅτι ἐπλάνησέ με διασκορπίσαι τὰ ὑπάρχοντά μου.» πορευομένου δὲ αὐτοῦ, εἶδεν ἄνδρας δύο μαχομένους πρὸς ἀλλήλους, εὑρόντας λίθον τίμιον. καὶ φησὶ πρὸς αὐτούς "ἵνα τί, ἀδελφοί, μάχε σθε; δότε μοι αὐτόν, καὶ λάβετε νομίσματα δύο." τῶν δὲ μετὰ χαρᾶς τοῦτον παρασχόντων (οὐ γὰρ ᾔδεσαν τοῦ λίθου τὸ ὑπερτί μιον) ἀπῆλθεν εἰς Ἱερουσαλήμ, τὸν λίθον ἐπιφερόμενος. καὶ δείξας αὐτὸν χρυσοχόῳ, παραχρῆμα τὸν λίθον ἐκεῖνος ἰδὼν ἀνα στὰς προσεκύνησε, καὶ ἔκθαμβος γενόμενος ἐπυνθάνετο, "ποῦ τὸν πολύτιμον" λέγων "καὶ θεῖον λίθον τοῦτον εὗρες; ἰδοὺ γὰρ ἔτη τρία σήμερον Ἱερουσαλὴμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περι βόητον λίθον τοῦτον. καὶ ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ, καὶ σφόδρα πλουτήσεις." τοῦ δὲ ἀπερχομένου ἄγγελος κυρίου εἶπε πρὸς τὸν ἀρχιερέα "νῦν ἐλεύσεται ἄνθρωπος πρός σε, τὸν ἀπολε 1.194 σθέντα πολυθρύλητον λίθον ἐκ τῆς διπλοΐδος Ἀαρὼν τοῦ ἀρχιε ρέως ἔχων. λαβὼν αὐτὸν δὸς τῷ ἐνέγκαντι αὐτὸν χρυσίον πολὺ καὶ ἀργύριον. ἅμα δὲ καὶ