72
δακτύλους γράφοντας ἐν τῷ τοίχῳ· ὧν τὴν γραφὴν μόνος ∆ανιὴλ ἡρμήνευ σεν. ἔχει δὲ οὕτως. μανί· ὅ ἐστιν, ἐμέτρησεν ὁ θεὸς τὴν βα σιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν. θεκέλ· καὶ ἐστάθμησεν ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα. φαρές· διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρεῖται Βαλτάσαρ. Αἰχμαλωτισθείσης τῆς Ἱερουσαλὴμ Ἱερεμίας, καίτοι πολλὰ παρὰ τῶν Χαλδαίων ἀναγκασθείς, ᾑρετίσατο μᾶλλον μετὰ τῶν καταλειφθέντων πενήτων ἐναπομεῖναι. καὶ ὡς αὐτὸν εἰς τὸν βόρ βορον ἔβαλλον, πολύστιχον βιβλίον συνέταξε. κατὰ τοὺς καιροὺς ἐκείνους καὶ Ἰεζεκιὴλ ὁ θειότατος αἰχμάλωτος ἀπαχθείς, ἐπὶ τοῦ ποταμοῦ λαχὼν τοῦ Χοβάρ, διανοιγέντων αὐτῷ τῶν οὐρανῶν εἶδε δόξαν θεοῦ, πνεῦμα ἐρχόμενον ἀπὸ βορρᾶ καὶ νεφέλην ἐν αὐτῷ καὶ 1.200 φέγγος κύκλοθεν, τὴν τριάδα φανταζόμενος. ἐκεῖ καὶ τῶν χε ρουβὶμ εἶδεν ὑποτύπωσιν, ἐν προσώπῳ ἀνθρώπου καὶ μόσχου καὶ λέοντος καὶ ἀετοῦ ὑποτυπουμένην. ὑπεράνω δὲ τούτων, ὡς εἶδος ἀνθρώπου, τὸν θεὸν ἄνθρωπον ὁρῶν δι' αὐτοῦ προφήτης τοῦ Ἰσραὴλ κατέστη, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐντεῦθεν μεμυστα γώγηται. Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσορ. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς τὴν πόλιν Ἱερουσαλήμ, καὶ ἐπολιόρκει αὐτήν. πρὸς ὃν Ἰεχονίας ἐξῆλθε σὺν μητρὶ καὶ τέκνοις καὶ τοῖς ἄρχουσιν αὐτοῦ. καὶ εἰσῆλθον οἱ μεγιστᾶνες Ναβουχοδονόσορ εἰς τὴν πόλιν; καὶ ἐξήνεγκαν τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη ἃ ἐποίησε Σολομῶν ἐν ναῷ κυρίου. τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴ κισεν Ἰεχονίαν εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ, βασιλεύσαντα μῆνας τρεῖς. περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν "ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία, ὅτι ἀπερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει κύριος. γῆ, γῆ, ἄκου σον λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρω πον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου ∆αβίδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ." μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσεν Σεδεκίας, πατράδελφος αὐτοῦ, καὶ ἐποίησε τὸ πονη 1.201 ρὸν ἐνώπιον κυρίου. καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρα σπονδήσαντος αὐτοῦ ἦλθε πάλιν Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ, καὶ ἐπολιόρκει αὐτὴν ἔτη δύο. καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. μετὰ δὲ τὸ λυθῆναι αὐτὸν τοῦ δεσμοῦ, λαβὼν τὴν κιβωτὸν καὶ τὸ θυ σιαστήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν ἐκ τοῦ ναοῦ ἐν λόγῳ κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ· καὶ οὐχ εὑρέθησαν ἔτι, ὡς ἡ τῶν Μακαβαίων βίβλος λέγει. ὁ δέ γε Ναβουχοδονόσορ παραλαβὼν τὴν πόλιν ἐνέ πρησε πᾶσαν. τὸν δὲ Σεδεκίαν χειρωσάμενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ' ὀφθαλμοὺς ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώ σας καὶ δεσμοῖς κρατήσας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀνήγαγε, βασιλεύσαντα ἔτη τρία, καὶ τὸ πλῆθος ἀπήγαγεν αἰχμάλωτον ἐπὶ ἔτη οʹ. τούτῳ τῷ Σεδεκίᾳ εἶπέ τις προφήτης πρὸ τῆς αἰχμαλω σίας ἀπαχθῆναι εἰς Βαβυλῶνα. καὶ ἄλλος εἶπεν αὐτῷ "μὴ φο βοῦ· οὐ γὰρ ἴδῃς Βαβυλῶνα." καὶ ἀμφότεροι ἠλήθευσαν· κατῆλθε γάρ, οὐ μὴν ἐθεάσατο αὐτήν· τυφλὸς γὰρ ἦν. περὶ οὗ Ἱερεμίας αὖθις ἔφη "οὕτως εἶπε κύριος ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐ τὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν, καὶ λή ψονται ἐπ' αὐτὸν κατάραν λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκίαν καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλήμ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου ὃν οὐ προσέταξα αὐτοῖς, λέγει κύριος."
1.202 Ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς αἰχμαλωσίας ἀπέστειλε Ναβουχο δονόσορ τὸν Ναβουζαρδὰν ἀρχιμάγειρον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ τὸν μὲν οἶκον κυρίου καὶ τὸν