73
οἶκον τοῦ βασιλέως καὶ τοὺς πε ριλειφθέντας πάντας οἴκους ἐνέπρησε, διαρκέσαντα τὸν θεῖον οἶκον ἀπὸ τῆς πρώτης οἰκοδομῆς ἔτεσι υμβʹ, τοὺς δὲ χαλκοῦς δύο μεγά λους στύλους καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς δώδεκα μόσχους καὶ τὰ ὑποστηρίγματα καὶ πάντα τὸν ἐν ναῷ κυ ρίου χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα, καὶ μέντοι καὶ τὰς χρυσᾶς φιάλας καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς. καὶ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων ὧν ἔλαβε ὁ ἀρχιμάγειρος. τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπισήμους ἀπαγαγὼν πρὸς Να βουχοδονόσορ τοὺς μὲν ἐθανάτωσε τοὺς δὲ δούλους παρέδωκε. τὸν δὲ Σεδεκίαν ἐπὶ σκότει καθίσας μυλωθρεῖν κατεδίκασεν. ἐφ' οὗ ἡ παντελὴς καὶ πρώτη ἅλωσις τῆς Ἱερουσαλὴμ γέγονεν, οὐκέτι βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ' ὑπὸ τῶν Χαλδαίων κρατηθεί σης. τοιγαροῦν τρίτον Ναβουχοδονόσορ ἐπόρθησε τὴν Ἱερουσα λήμ, πρῶτον μὲν ὅτε ἐν τῷ τρίτῳ ἔτει Ἐλιακεὶμ ἀνῆλθε καὶ ἔλαβε σὺν τοῖς ἄλλοις καὶ τοὺς ἁγίους τρεῖς παῖδας καὶ ∆ανιήλ, ἔτος ἄγων τῆς βασιλείας πρῶτον, δεύτερον δὲ ὅτε ἐν τῷ τρίτῳ μηνὶ Ἰεχονίου τοῦ καὶ Ἰωακείμ, ὅτε ἔλαβεν αὐτόν τε τὸν Ἰεχονίαν καὶτὴν μητέρα αὐτοῦ καὶ Ἰεζεκιὴλ τὸν προφήτην, ἔτος ἄγων αὐτὸς τῆς βασιλείας ὄγδοον, καὶ τρίτον ὅτε ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σε δεκίου τὸν ναὸν ἐνέπρησε καὶ τὸν Σεδεκίαν ἐξετύφλωσε καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξε καὶ τὸ πλῆθος ἀπήγαγε αἰχμάλωτον 1.203 ἐπὶ ἔτη ἑβδομήκοντα, ἔτος ἄγων τῆς βασιλείας ἐννεακαιδέ κατον. Μετὰ καὶ τοὺς προειρημένους τῶν Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν, ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κδʹ, ὃς καὶ τῆς Ἱερου σαλὴμ ἐκράτησεν ἔτη ἑπτά, καὶ πόλιν μεγίστην εἰς Βαβυλῶνα ἔκτισεν, ἐξ ὀπτῆς πλίνθου καὶ λίθων λελαξευμένων, ἐχόντων ἀνὰ τρεῖς πήχεις τὸ πλάτος, καὶ μῆκος ἀνὰ πήχεις ἕξ. τὸ δὲ περί μετρον αὐτῆς ἐποίησε στάδια μʹ, γινόμενα μίλια ϛυʹ, τὸ δὲ ὕψος τοῦ τείχους πήχεις πʹ καὶ τὸ πλάτος πήχεις λʹ, τὸ δὲ ὕψος τῶν πύργων πηχέων ρʹ καὶ τὸ πλάτος ξʹ. τῶν δὲ πυλῶν χαλκῶν οὐ σῶν τὸ ὕψος ἦν πηχέων νʹ, τὸ δὲ πλάτος πηχέων κʹ. ἔγγιστα δὲ τῆς πόλεως ὤρυξε κινστέρναν, καὶ περιετείχισεν ἀξιολόγως· τὸ βάθος αὐτῆς ὀργυιαὶ μʹ, τὸ δὲ περίμετρον αὐτῆς στάδια μʹ. ὕπερ θεν δὲ αὐτῆς κατεφύτευσε δένδρα παντοδαπά, ὡς παρομοιοῦσθαι δασυτάτοις ὄρεσιν· ὃ καὶ κρεμαστὸν παράδεισον ὠνόμασεν· ἐν αὐτῷ μετὰ τῶν γυναικῶν αὐτοῦ περιπολῶν, καὶ τοὺς κάτω καθο ρῶν ἐξ ἀπόπτου, ὑπ' οὐδενὸς τῶν κάτωθεν ὡρᾶτο. ἐκεῖσε δια πορευόμενος στόματι ὑπερηφάνῳ εἶπεν "οὐχ αὕτη ἐστὶν ἡ Βαβυ λὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου ᾠκοδόμησα;" καὶ ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος φωνὴ ἐκ τοῦ οὐρανοῦ γέγονε "σοὶ λέγεται Ναβουχοδονόσορ· ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ 1.204 χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπί σε, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώ πων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν." καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἐν ἐρήμοις ηὐλίσθη καὶ ὄρεσι· γέγονε γὰρ τὰ ἔμπροσθεν αὐτοῦ σὺν τῇ κεφα λῇ ὡς βοῦς, καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις ὡς λέων. ἀπεκα λύφθη δὲ τῷ ἁγίῳ ∆ανιὴλ περὶ τούτου, ὅτι διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροκαρδίαν ὑπὸ ζυγὸν ὡς βοῦς ἐγένετο τῷ Βε λιάρ, λέων δὲ διὰ τὸν τυραννικὸν καὶ ἁρπακτικὸν καὶ θηριωδέστα τον αὐτοῦ τρόπον· οἱ γὰρ δυνάσται ταύτην ἔχουσι τὴν ἀρχήν, ἐπὶ τέλει δὲ ὡς θῆρες ἁρπάζουσιν ὀλοθρεύοντες καὶ ἀναιροῦντες. καὶ ὡς βοῦς ἤσθιε χόρτον, καὶ αἱ τρίχες αὐτοῦ ηὐξήθησαν, καὶ οἱ ὄνυχες ἐγένοντο ὡς ὀρνέου, καὶ ἡ σὰρξ ἐν ἑπτὰ καιροῖς ἐπαχύνθη καὶ ἐμελανώθη τῇ κακοπαθείᾳ, καὶ ἡ γλῶσσα αὐτοῦ ἤρθη τοῦ μὴ λαλεῖν. καὶ νοῶν εὐθὺς ἐδάκρυε, καὶ ἀπὸ τοῦ κλαίειν οἱ ὀφθαλ μοὶ αὐτοῦ ἐγένοντο ὡς κρέας. καὶ πολλοὶ ἐξιόντες οὐχ ἑώρων αὐ τὸν πλὴν τοῦ ὁσίου ∆ανιήλ· οὗτος γὰρ πάντα τὸν χρόνον τῆς ἀλ λοιώσεως