74
αὐτοῦ ἐν προσευχαῖς ἦν περὶ αὐτοῦ. καὶ μετὰ τὸ ἀλλα γῆναι τοὺς ἑπτὰ καιροὺς ἀποκατέστη εἰς ἑαυτόν, καὶ ἐποίησε ἓξ ἥμισυ χρόνους ὑποπίπτων καὶ ἐξομολογούμενος τῷ κυρίῳ, μήτε ἄρτον φαγὼν μήτε οἶνον πιών, ἀλλ' ἐν ὀσπρίοις βρεκτοῖς καὶ λα χάνοις διαζῶν κατὰ τὴν τοῦ μεγάλου ∆ανιὴλ προσλάλησιν, καὶ τὸν κύριον ἐξιλεούμενος πάντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ. μετὰ 1.205 δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς ἑαυτοῦ ἀποκαταστάσεως "ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ, καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ περὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσο τέρα ἐτέθη μοι. νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομέ νους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι." τὴν τοίνυν ἐκ θεοῦ δοθεῖσαν πολυολβίαν ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπ εμφαίνων διὰ Ἱερεμίου φάσκει "τάδε λέγει κύριος· ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἂν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ σκέψομαι αὐτούς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ." καὶ "ἰταμόν ἐστι, καὶ οὐκ ἐλεή σει. φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα. ἐφ' ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξεται ὡς πῦρ, εἰς πόλεμον ἐπὶ σέ, θύγατερ Σιών." καὶ "ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐ τοῦ οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν, ἀπὸ ἐκλήσεως χειρῶν αὐτῶν." καὶ "ἐκ ∆ὰν ἀκουσθήσεται φωνὴ ὀξύτητος ἵπ πων αὐτοῦ." καὶ διὰ Ἰεζεκιὴλ οὕτως λέγει "ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βα 1.206 σιλέων, μεθ' ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα καὶ περιβαλεῖ σοι τάφρον, καὶ οἰκοδομήσει σε κύκλῳ χά ρακα καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει. τὰ τείχη σου καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ· ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε κονιορ τὸς αὐτῶν." καὶ πάλιν "τάδε λέγει Ἀδωναῒ κύριος. ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. ἀντὶ τῆς λειτουργίας ἧς ἐδούλευσεν ἐπὶ Τύ ρον δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Αἰ γυπτίων δι' αὐτοῦ." εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν ∆ανιήλ "σὺ βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν ἔδωκεν, ἔντιμον ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων. θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων. καὶ σὺ εἶ ἡ χρυσῆ κεφαλὴ τῆς εἰκόνος, καὶ τὸ δένδρον ὃ εἶδες τὸ μεγα λυνθέν, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία, ὅτι ἐμεγαλύνθης καὶ ὑπερίσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς." Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ, ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιά τορα αὐτοῦ. περὶ οὗ καὶ ἡ τῶν βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερεμίας ἔφη "καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἑβδόμῳ ἔτει ἀποικι 1.207 σθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δεκάτῳ μηνί, ἐν τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Εὐελὰδ Οὐλεμαροδὰχ βα σιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν βασιλέως Ἰούδα Ἰωακείμ, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ,