75
καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ, πάσας τὰς ἡμέρας ἃς ἔζησεν." Ἰωα κεὶμ δὲ οὗτος ἐστὶ καὶ Ἰεχονίας· Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ' οὗ καὶ ∆ανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσορ ἀνελὼν ἐν Ἱε ρουσαλὴμ ἔρριψεν ἔξω τοῦ τείχους. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς αὐτοῦ ἔτη τρία· ὃς μιάνας τὰ ἱερατικὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἱε ρουσαλήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν. φησὶ γὰρ πρὸς αὐτὸν τηνικαῦτα ∆ανιήλ "ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγα λωσύνην ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου, καὶ ἀπὸ τῆς μεγα λωσύνης αὐτοῦ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι ἦσαν τρέμοντες, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωζε. καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατῃσχύνθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ' αὐ τοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ μετὰ τῶν θηρίων 1.208 ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοίκησις αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου, καὶ οἱ μεγι στᾶνες καὶ οἱ παράκοιτοι καὶ αἱ παλλακαί σου οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι." διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν γραφὴν αὐτοῦ ἐνέταξεν, ὡς προε γράφη. Καὶ μετὰ τὸ ἀναιρεθῆναι Βαλτάσαρ ∆αρεῖος παρέλαβε τὴν βασιλείαν ὁ Μῆδος, ὁ καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης, ἔτη ιζʹ. ὃς ἔσχε γυναῖκα τὴν τοῦ Μαρδὸχ Ἐσθήρ, ἐπιλεχθεῖσαν διὰ κάλ λος ἐκ τῶν Ἑβραϊκῶν νεανίδων· ἥτις καὶ τὸν ἴδιον λαὸν τὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατή γου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπισθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχαῖον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα. φησὶ γάρ τις τῶν μεγιστάνων "ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ." καὶ εἶπεν ὁ βασιλεύς "σταυρωθήτω Ἀμὰν ἐκεῖ." καὶ ἐγένετο οὕ τως κατὰ τὴν κέλευσιν τοῦ βασιλέως Ἀρταξέρξου. εἰκότως οὖν πεπλήρωται ἡ γραφὴ ἡ λέγουσα "ὁ ποιῶν πονηρὰ εἰς αὐτὰ ἐγκυ λισθήσεται, καὶ ὃς δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς. καὶ ὃς παρασκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περι βαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί. καὶ ὁ ὀρύσσων βόθρον τῷ πλησίον 1.209 εἰς αὐτὸν ἐμπεσεῖται." καὶ "δι' ὧν τις ἁμαρτάνει, δι' αὐτῶν καὶ κολάζεται." ἐφ' οὗ Ἀρταξέρξου, τοῦ καὶ Ἀστυάγου, καὶ τῷ ∆ανιὴλ ὡράθησαν αἱ διὰ τοῦ ἀρχαγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας. ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων· ὃς καὶ ἀβλαβὴς διετηρήθη τῇ χάριτι τοῦ θεοῦ.
Μετὰ δὲ ∆αρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ, ὃς ἀνελὼν ∆αρεῖον πάσης γῆς ἐκράτησεν. Ἐν τοῖς χρόνοις τῶν κριτῶν καὶ οἱ Ἀργωναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλονικέα καὶ Πολυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιποὺς πρὸς τὴν Κολχίδα ἐκπλέοντες, καὶ διὰ τοῦ ἀνά πλου πρὸς τὴν Ποντικὴν θάλασσαν διαβῆναι θέλοντες, ἀντιστάν τος αὐτοῖς Κυζίκου τοῦ ἐν Ἑλλησπόντῳ τοπαρχοῦντος ἐν ναυμαχίᾳ, τὸν μὲν ἐφόνευσαν, τὴν δὲ Κύζικον ἔλαβον, μητρόπολιν οὖσαν Ἑλλησπόντου. καὶ μαθόντες ὅτι Κύζικος ὁ σφαγεὶς παρ' αὐτῶν συγγενὴς ἦν αὐτοῖς, συγγνώμην ᾐτοῦντο, καὶ κτίζουσιν ἱερὸν θαυ μάσιον οἷον. πρὸς δὲ τὸ τῶν θερμῶν μαντεῖον γενόμενοι καὶ θυσάμενοι ἐπύθοντο "προφήτευσον ἡμῖν, Φοῖβ' Ἄπολλον, τίνος ἂν εἴη δόμος οὗτος;" καὶ ἀκούουσιν "ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε, ποιεῖτε. ἐγὼ δὲ ἐφετμέω τρεῖν ἕνα μοῦνον ὑψι μέδοντα θεόν, οὗ λόγος ἄφθιτος ἐν ἀδαεῖ κούρῃ ἔγκυος ἔσται. 1.210 οὗτος ὥσπερ τόξον πυριφόρον