76
μέσον διαδραμὼν ἅπαντα κόσμον, ζωγρήσας πατρὶ προσάξει δῶρον. αὐτῆς ἔσται δόμος οὗτος· Μαρία δὲ τοὔνομα αὐτῆς." τοῦτον τὸν χρησμὸν ἐν λίθῳ μαρμα ρίνῳ χαλκέοις γράμμασι γράψαντες εἰς τὸ τοῦ ναοῦ ὑπέρθυρον ἀνέθεσαν, τότε μὲν καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν, ὕστερον δὲ ἐπὶ Ζήνωνος τοῦ βασιλέως ναὸς τῆς ἁγίας θεοτόκου μετωνόμασται. ἐκεῖθεν τοίνυν οἱ Ἀργωναῦται ἐξορμήσαντες, καὶ διὰ τοῦ ἀνάπλου βουλόμενοι παρελθεῖν, ἐκωλύοντο ὑπὸ Ἀμύκου στρατευομένου κατ' αὐτῶν. δεδιότες οὖν κόλπῳ τινὶ ἀγρίῳ καὶ ἀλσώδει προσίσχουσι. κἀκεῖ ὀπτασίαν θείαν ἐξ οὐρανοῦ αὐτοῖς ἐπιφανεῖσαν ἐν ἀνδρὸς φοβεροῦ εἴδει, πτέρυγας ὡς ἀετοῦ περικει μένου, θεασάμενοι, τούτῳ καταθαρρήσαντες εἰς πόλεμον τῷ Ἀμύκῳ συμβάλλουσι. καὶ ἀποκτείναντες αὐτὸν ἔκτισαν ἐν τῷ τῆς ὀπτασίας τόπῳ ἱερόν. καὶ δι' εἰκόνος τῆς αὐτοῖς ὁραθείσης μορ φῆς τὸ ἐκτύπωμα ἀναστηλώσαντες Σωσθένιον τὸ ἱερὸν ὠνόμασαν διὰ τὸ ἐν τούτῳ αὐτοὺς σωθῆναι. τοῦτο τὸ ἱερὸν ὕστερον ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος κατ' ὄναρ χρηματισθεὶς μετεποίησε, καὶ τὸ μὲν θυσιαστήριον πρὸς ἀνατολὰς ὁρᾶν ἐτύπωσε, τὸν δὲ ναὸν τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐκάλεσε, πᾶσαν καλλιεργίαν καὶ καρποφορίαν ἐν αὐτῷ τυπώσας. μετὰ δὲ τὴν νίκην Ἀμύκου οἱ Ἀργωναῦται μεθ' Ἡρακλέους ἐπὶ τὴν Ποντικὴν θάλασσαν ἐκπλεύσαντες πόλιν ἐδείμαντο ἐπὶ τῷ τοῦ Ἡρακλέους ὀνόματι. εἶτα διὰ τὸ χρυσοῦν δέρας ἐπὶ τὴν Κολχίδα διαπεράσαντες αὐτό τε καὶ 1.211 Μήδειαν τὴν τοῦ βασιλέως Κολχίδος θυγατέρα, Ἰάσονος ἐρασθεῖ σαν, ἀνελόμενοι ὑπέστρεψαν. τότε καὶ Τρὼς τῆς Φρυγῶν χώρας ἦρχεν, ὁ Ἴλου καὶ Γανυμήδους πατήρ. οὗτος δύο πόλεις Τροίαν καὶ Ἴλιον ᾠκοδόμησε, καὶ τοὺς ἀστυγείτονας εἰς τὸν ἐγκαινισμὸν τῶν πόλεων προσκαλεσάμενος τοῦ Μυκηναίων ἀνάσσοντος Ταντά λου ἐπελάθετο· ὃς καὶ εἰς ἔχθραν αὐτῷ διὰ τοῦτο ἀντεκατέστη. ἦν δὲ ὁ Τρὼς πρὸ τῆς τῶν πόλεων οἰκοδομῆς εὐξάμενος εὐχὴν τῷ ∆ιί, θυσίας καὶ δῶρα πέμπων εἰς Εὐρώπην. καὶ ἐπεὶ αἱ πόλεις ἐτελέσθησαν, τὸν Γανυμήδην σὺν ἀνδράσι πεντήκοντα δῶρά τε καὶ θυσίας πρὸς τὸ τοῦ ∆ιὸς ἱερὸν ἐκπέμπει. Τάνταλος δὲ δόλον οἰη θείς, δύναμιν ἀποστείλας ἥρπασε Γανυμήδην καὶ τοὺς μετ' αὐτοῦ, οἳ καὶ ἔλεγον θυσίας κομίζειν τῷ Εὐρωπαίῳ ∆ιί. ὁ δὲ Γανυμή δης διὰ τὴν αἰσχύνην ἅμα καὶ τὸν φόβον ἀρρωστεῖ, καὶ συγγνώ μης τυγχάνει, ἀλλὰ μετ' ὀλίγον τελευτᾷ. καὶ τὰ μὲν δῶρα τοῦ Ταντάλου κελεύσαντος τῷ ἱερῷ τοῦ ∆ιὸς ἀπεδόθη, τὸ δὲ λείψα νον αὐτοῦ ἐν τῷ ναῷ ἔνδον ἀπετέθη. ἐντεῦθεν ἐμυθεύσαντο τὸν ∆ία γενόμενον ἀετόν, διὰ τὸ τῆς ἁρπαγῆς ὀξύ, τὸν Γανυμήδην ἀναλαβεῖν εἰς τὸ οἰνοχοεῖν αὐτῷ. Ἐν τοῖς αὐτοῖς χρόνοις τῶν κριτῶν ἐβασίλευσε τῆς Εὐρώπης ὁ Λάπαθος, ἔσχε δὲ δύο υἱοὺς Ἀχαιὸν καὶ Λάκωνα. τελευτή σαντος δὲ τοῦ πατρὸς εἰς δύο κατεμερίσθη ἡ ἀρχή. ὁ τοίνυν Λά κων τὴν ἡμίσειαν χώραν λαχὼν Λακωνικὴν ἐκάλεσεν· ἧς τριάκοντα τρεῖς χρόνους βασιλεύσας ἔκτισε πόλιν παράλιον τὴν Γαθυνίαν. 1.212 καὶ μετ' αὐτὸν ἄλλοι τινὲς ἦρξαν ἕως Θεστίου, ὃς παρὰ τὸν Εὐ ρώταν ποταμὸν πόλιν οἰκοδομεῖ τὴν Θεστίαν. οὗτος ὁ Θέστιος τῶν Λακώνων βασιλεύσας τίκτει θυγατέρας τρεῖς εἰς ὑπερβολὴν εὐπρεπεῖς, Λήδαν καὶ Κλυτίαν καὶ Μελίππην, αἳ καὶ Λακωνίδες ἐκαλοῦντο. τὴν μέντοι Λήδαν Τυνδάρεως λαβὼν εἰς γυναῖκα, ὃς καὶ μετὰ Θέστιον τῆς τῶν Λακώνων χώρας ἐπεκράτησεν, ἔσχεν ἐξ αὐτῆς τὴν Κλυταιμνήστραν, ἣν μετὰ ταῦτα Ἀγαμέμνων ἠγάγετο γυναῖκα, τῶν Μυκηναίων ὁ βασιλεύς. ἡ μέντοι Λήδα ἐν προα στείῳ παρὰ τὸν Εὐρώταν ὡραϊζομένη, ἐπεὶ Τυνδάρεως μὴ παρὼν ἦν, μοιχευθεῖσα ὑπὸ νεωτέρου τινὸς Κύκνου καλουμένου, υἱοῦ Ἐδερίωνος βασιλέως Ἀχαΐας, τίκτει βρέφη τρία ἐν ἑνὶ τοκετῷ, Κάστορα Πολυδεύκην καὶ Ἑλένην. ἦν δὲ ἡ Ἑλένη ὡραιοτάτη,ἣν ὁ Τυνδάρεως Μενελάῳ ἀδελφῷ Ἀγαμέμνονος, βασιλεύοντι τότε τῶν Ἀργείων, εἰς γυναῖκα ἐξέδοτο. εἰκῇ οὖν τὸν ∆ία κύκνον γενέσθαι καὶ τῇ Λήδᾳ συνελθεῖν μεμυθολογήκασιν οἱ ποιηταί. Ἐν τοῖς χρόνοις τοῦ κριτοῦ Σαμψὼν