78
παρεδρεύουσα παρθένος, ὥς φασι, τε λευτᾷ, τῆς Θεσσαλίας βασιλεύσας ἠγάγετο γυναῖκα Φαίδραν. ἣ καὶ ἐσυκοφαντήθη ὡς Ἱππολύτῳ, υἱῷ μὲν Θησέως ἐκ παλλακῆς αὐτῆς δὲ προγονῷ, πορνικῶς μιγεῖσα. ὁ μὲν οὖν Ἱππόλυτος ἔφιπ πος σύαγρον διώκων τοῦ ἵππου ἐξετινάχθη, τοῦ δὲ λώρου τοῦ χαλινοῦ περιελιχθέντος τοῖς δακτύλοις αὐτοῦ ἐσύρη ὑπὸ τοῦ ἵππου, καὶ τῇ ἕκτῃ ἡμέρᾳ τελευτᾷ. ἐφ' ᾧ ὁ Θησεὺς σφοδρῶς ἀνιαθείς, ἀλλὰ καὶ τὴν Φαίδραν καίτοι πολλὰ ἐξομνυμένην λοιδορήσας ἀπὸ ὄψεως ἐποίησεν. αὐτὴ δὲ τῇ ὑπερβολῇ τῆς θλίψεως δεινοπαθή σασα ἐτεθνήκει. τότε καὶ Εὐρυσθεὺς ἐκράτει τῶν Λακεδαιμονίων 1.216 ἔτη μβʹ καὶ ἄλλοι μετ' αὐτὸν ηʹ. τὰ δὲ πάντα ἔτη κατέσχεν ἡ αὐτῶν ἀρχὴ τκεʹ.
Ὅτι ἐν τοῖς χρόνοις Σαοὺλ πρῶτον ἀγῶνα οἱ Πισαῖοι ἐν Ὀλυμπίᾳ κατεβάλοντο καὶ ∆ιὶ Ὀλυμπίῳ κοσμικὴν πρώτην ἐπετέλεσαν ἑορτήν. ἐντεῦθεν κατὰ τέσσαρα ἔτη τὸν ἀγῶνα καὶ τὴν ἑορτὴν ἐπιτελοῦντες, Ὀλυμπιάδας τὰς τετραετηρίδας καθεξῆς ἠρίθμουν. ἐν οἷς χρόνοις καὶ Κορίνθιοι μετὰ τοὺς Λακεδαιμο νίους τοπαρχοῦντες Ἑλλήνων ἐβασίλευσαν τὰ πάντα ἔτη τιηʹ. καὶ μετὰ ∆άρδανον τὸν Ἴλου υἱὸν καὶ τὸν ∆αρδάνου υἱὸν Λαομέδοντα Πρίαμος ὁ Λαομέδοντος τῆς Φρυγῶν χώρας ἀνηγορεύετο βασι λεύς. τότε καὶ τὸ ∆άρδανον καὶ τὸ Ἴλιον καὶ ἡ Τροία καὶ ἡ πᾶσα χώρα Φρυγίας ἐπὶ τῶν ἡμερῶν ἐκπεπολιόρκηται Πριάμου. ἡ δὲ αἰτία τῆς καταδηώσεως Ἀλέξανδρος ὁ καὶ Πάρις. τούτου γὰρ γεννηθέντος ὑπὸ Πριάμου χρησμὸς αὐτῷ ἀναδέδοται τοιοῦτος "ἐτέχθη σοι Πάρις δύσπαρις· τριακοντούτης γὰρ γενόμενος ὀλέσει βασιλείαν Φρυγῶν." εὐθὺς οὖν ὁ Πρίαμος Ἀλέξανδρον μετονο μάσας ἔπεμψεν εἰς ἀγρόν, Μανδρῶ λεγόμενον, γαλακτοτροφη θῆναι καὶ αὐξηθῆναι παρὰ γηπόνῳ τινί, ἄχρις οὗ τὰ τριάκοντα ἔτη τοῦ χρησμοῦ παρέλθῃ. ἐποίησε δὲ καὶ τεῖχος μέγα ἐν τῷ ἀγρῷ, ὃ καὶ Πάριον ὠνόμασεν. ἐκεῖ ὁ Πάρις διάγων, εὐμαθής τε περὶ τὰ γράμματα γενόμενος καὶ παιδείας οὐ τῆς τυχούσης μετασχών, ἐγκωμιαστικὸν λόγον καὶ ὕμνον εἰς τὴν Ἀφροδίτην διετάξατο, τὴν ἐπιθυμίαν αὐτὴν λέγων εἶναι ἐξ ἧς καὶ τέκνα καὶ 1.217 σοφίαν καὶ τέχνας ἐν λογικοῖς καὶ ἀλόγοις ἀποτίκτεσθαι, καὶ αὐτὴν ἐν συγκρίσει τὴν Ἀφροδίτην Παλλάδος προέκρινε καὶ Ἥρας. διὸ καὶ ἐμυθεύσαντο τοῦτον κριτὴν τῶν τριῶν γενόμενον τῇ Ἀφροδίτῃ τὸ μῆλον ἤγουν τὴν νίκην ὡς τῶν ἄλλων κρείττονι βραβεῦσαι. μετὰ δὲ τοὺς τριάκοντα χρόνους λογισάμενος ὁ Πρίαμος τὸν περὶ αὐτοῦ χρησμὸν παρελθεῖν, καταφρονήσας προσηγάγετο αὐτόν. γράμματά τε καὶ δῶρα καὶ θυσίας ἐπιδοὺς μετὰ καὶ ἑκατὸν νεανί σκων Φρυγῶν πρὸς τοὺς τοπάρχας Εὐρώπης διαβῆναι κελεύει καὶ τῷ ∆αφναίῳ Ἀπόλλωνι θῦσαι, καὶ πρῶτον ἐν τῇ Σπάρτῃ πόλει τῆς Ἑλλάδος ἐλθεῖν, ὑπὸ Μενελάῳ τότε βασιλευομένῃ, ὃς υἱὸς μὲν Πλεισθένους ἦν ἀληθῶς, ὑπὸ δὲ Ἀτρεῖ βασιλεῖ τῶν Ἀργείων ἅμα τῷ υἱῷ αὐτοῦ Ἀγαμέμνονι ἀνατραφεὶς Ἀτρείδης ἐλέγετο καὶ σύγγονος Ἀγαμέμνονος. οὗτος φιλοφρόνως ἄγαν τὸν Πάριν προσ δεξάμενος παντοδαπῇ θεραπείᾳ τοῦτον ἐν τῷ παλατίῳ αὐτοῦ ἐθε ράπευσεν, ἀναπαυθῆναι ἐντειλάμενος ὅσον καὶ βούλοιτο, καὶ οὕ τως ἐπὶ τὴν θυσίαν ἀπελθεῖν. αὐτὸς δὲ ὁ Μενέλαος ἅμα τοῖς συγγενέσιν εὐθὺς ἐπὶ Κρήτην ἀπέπλει ὡς Ἀστερίῳ ∆ιὶ ἐν Γορτύνῃ πόλει θυσιάσων. ἐν μιᾷ τοίνυν ὁ Πάρις εἰς τὸν τῆς Ἑλένης πα ράδεισον ἐγκύψας ὁρᾷ αὐτὴν τῷ κάλλει ἀμήχανον οὖσαν· ἦν γὰρ εὔστολος εὔμαστος λευκὴ ὡσεὶ χιών, εὔοφρυς εὔρινος οὐλό θριξ ὑπόξανθος ὀφθαλμοὺς ἔχουσα μεγάλους. καὶ τρωθεὶς τῷ ταύτης ἔρωτι διὰ τῆς Αἴθρας, ἥτις ἦν συγγενὴς Μενελάου, ὑπονοθεύσας τὴν Ἑλένην ἥρπασεν αὐτὴν μετὰ καὶ πλούτου πολλοῦ 1.218 καὶ κόσμου καὶ πέντε δουλίδων κορασίων. καὶ τῶν θυσιῶν, δι' ἃς καὶ παρῆν, ἠμεληκὼς εἰς Σιδῶνα πρὸς Πρωτέα τὸν Αἰγύπτου βασιλέα διεπέρασεν. οἱ δὲ τὸν οἶκον Μενελάου φυλάσσειν τετα γμένοι, τὴν ἁρπαγὴν τῆς Ἑλένης ἰδόντες, εὐθὺς ἅπαντα ἐν τῇ Κρήτῃ αὐτῷ μηνύουσι. ἐφ' οἷς ὁ Μενέλαος δεινοπαθῶν κατα πλέει μὲν