79
εἰς τὴν Σπάρτην εὐθύς, πέμπει δὲ εἰς ἀναζήτησιν τῆς Ἑλένης πανταχοῦ. μετὰ δὲ χρόνον ἧκεν ὁ Πάρις ἀπὸ τῆς Αἰγύ πτου σωθείς. ὃν Πρίαμος καὶ Ἑκάβη ἀποδεδεγμένοι, ἰδόντες τὴν Ἑλένην, ἐξέστησαν, καὶ τίς ἂν εἴη καὶ πόθεν ἐπυνθάνοντο. ἡ δὲ Ἀλεξάνδρου ἔφη εἶναι συγγενής, καὶ αὐτῷ μᾶλλον Πριάμῳ καὶ τῇ Ἑκάβῃ καὶ οὐ τῷ Πλεισθένους υἱῷ προσήκειν Μενελάῳ. ἐκ τῆς ∆αναοῦ γὰρ θυγατρὸς Πλησιόνης ∆άρδανον καὶ Τρῶα κατ άγεσθαι καὶ τοὺς ἐξ αὐτοῦ βασιλεῖς· Ἀγήνορος δὲ τοῦ πατρα δέλφου ∆αναοῦ ἀπόγονος ∆ύμας βασιλεὺς ὁ Ἑκάβης πατήρ· ἐκ γένους δὲ τοῦ ∆ύμα καὶ Λήδα ἐστὶ μήτηρ ἡ ἐμή. ταῦτα Ἑλένη εἰποῦσα, καὶ ἅμα διομνυμένη μηδὲν τῶν Μενελάου λαβεῖν, καὶ ὅρκον δὲ ἀπαιτήσασα μὴ προδοθῆναι, ἔμεινεν ἀγαπωμένη πρὸς αὐτῶν. τοῦτο μαθόντες οἱ περὶ Ἀγαμέμνονα πέμπουσι πρέσβεις πρὸ τοῦ πολέμου, αὐτόν τε Μενέλαον καὶ Ὀδυσσέα, καὶ γράμ ματα Κλυταιμνήστρας γυναικὸς Ἀγαμέμνονος, ἀδελφῆς Ἑλένης, ἀξιοῦντες ἀποδοθῆναι Μενελάῳ τὴν γυναῖκα. οἳ καὶ ἀποπέμπον ται ἄπρακτοι. διὸ καὶ τοὺς τοπαρχοῦντας τῆς Εὐρώπης ἅπαντας, καὶ τὸν Θέτιδος καὶ Πηλέως Ἀχιλλέα μετὰ τὸ ὑποκείμενον αὐτῷ 1.219 τῶν Μυρμιδόνων στῖφος, καὶ Νέστορα τὸν Ἠλεῖον καὶ τὸν Ἰθακήσιον Ὀδυσσέα καὶ τοὺς δύο Αἴαντας ∆ιομήδην τε καὶ Ἰδομενέα καὶ ἄλλους πολλοὺς καὶ γενναίους σὺν ναυσὶ χιλίαις ἑκατὸν ἐνενή κοντα ὀκτὼ ἐκστρατεύσαντες ἀποπλέουσι. καὶ παρὰ Αὐλίδι οὕτω καλουμένῳ χωρίῳ παραχειμάσαντες κατὰ Ἰλίου ἐστρατοπεδεύοντο. τοῦ χειμῶνος δὲ ἀντικειμένου αὐτοῖς ἐπὶ πολὺ Κάλχας ὁ μάντις θυσίαν ὀφείλειν τὸν Ἀγαμέμνονα εἶπε τὴν αὐτοῦ θυγατέρα τῇ Ἀρτέμιδι παρασχεῖν, θεᾷ τῆς χώρας οὔσῃ· ὁ δὲ οὐκ ἤθελεν. ἀλλὰ μὴν καὶ γυνὴ συνῳδὰ τῷ Κάλχαντι προφητεύουσα εἶπεν ὡς εἰ μὴ τὴν πρώτην Ἀγαμέμνονος θυγατέρα τῇ Ἀρτέμιδι προσαγάγωσιν, ὁ χειμὼν οὐ λυθήσεται. οἱ δὲ οὐ διὰ τὸν χειμῶνα τοῦτό φασι συμβῆναι, ἀλλὰ διὰ τὸ αἶγα μεγίστην παρὰ τὸ ἱερὸν τῆς Ἀρτέμιδος τοξεῦσαι καὶ ἀνελεῖν τὸν Ἀγαμέμνονα, καὶ ἐπὶ τούτῳ μᾶλλον λοιμικὴν νόσον γενέσθαι. καὶ διστάσεως γενομένης καθαι ρεῖται μὲν Ἀγαμέμνων τῆς βασιλείας, Παλαμήδης δὲ ἀντ' αὐτοῦ προχειρίζεται. ἐφ' οἷς Ὀδυσσεὺς δεινῶς διατεθεὶς προσποιεῖται μὲν πρὸς τὴν ἰδίαν χώραν ἀποπλεῖν, παραγίνεται δὲ πρὸς Κλυ ταιμνήστραν τὴν τοῦ Ἀγαμέμνονος γυναῖκα εἰς τὸ Ἄργος, καὶ πλαστοῖς γράμμασι τὴν Ἰφιγένειαν λαβὼν (αὕτη γὰρ ἦν πρώτη τῶν τοῦ Ἀγαμέμνονος θυγατέρων) ὡς Ἀχιλλεῖ κατὰ τὸ στρατόπεδον ἀριστεύοντι δοθησομένην γυναῖκα ὑποστρέφει μετὰ ἔδνων, καὶ παραδίδωσι ταύτην τοῖς ἱερεῦσι πρὸς ἱλασμὸν τῆς Ἀρτέμιδος. ὡς οὖν ἔμελλον εἰς θυσίαν ταύτην προσάγειν, ἔλαφος ἀντ' αὐτῆς εὑ ρέθη προσισταμένη τῷ βωμῷ, ἥτις καὶ προσηνέχθη θυσία ἀντὶ 1.220 τῆς παρθένου. καὶ ταύτης διασωθείσης καὶ ἀποδοθείσης τῷ πατρὶ ζώσης, ἱέρειαν αὐτὴν παραυτὰ τῷ ἱερῷ τῆς Ἀρτέμιδος Ἀγαμέμνων ἀφιέρωσε· καὶ Ὀδυσσεὺς ἀποδοθῆναι αὖθις τὴν βασιλείαν τῷ Ἀγαμέμνονι παρεσκεύασε. Παλαμήδην δὲ μετ' ὀλίγον Ὀδυσσεύς, πλαστοῖς γράμμασι καὶ μάρτυσι χρησάμενος, αἰτίαν προδότου τίθησιν, καὶ παρασκευάζει τὸν στρατὸν λιθοβολῆσαι αὐτόν, καὶ τὸ λείψανον τεφρώσαντας Ναυπλίῳ τῷ αὐτοῦ πατρὶ παραπέμψαι. οὗτός ἐστι Παλαμήδης ὁ καὶ τὴν τάβλαν ἐφευρὼν πρὸς μετεωρι σμὸν τοῦ στρατοῦ, καὶ τὴν ἐν αὐτῇ σύνθεσιν σὺν φιλοσοφίᾳ πολλῇ καταστήσας. ὥρισε γὰρ εἶναι τὴν τάβλαν τὸν γήϊνον κόσμον, τοὺς δὲ δώδεκα κάσους τὸν ζωδιακὸν ἀριθμόν, τὸ δὲ ψηφόβολον καὶ τὰ ἐν αὐτῷ κοκκία τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων, τὸν δὲ πύργον τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ ἀνταποδίδοται πᾶσι καλὰ ἢ κακά. ὁ αὐτὸς εὗρε καὶ τὰ ι ϛʹ γράμματα τοῦ ἀλφαβήτου, α β γ δ ε ι κ λ μ ν ο π ρ ς τ υ. προσέθηκε δὲ αὐτοῖς Κάδμος ὁ Μιλήσιος ἕτερα γράμματα τρία, θ φ χ. διὸ καὶ πολλῷ τῷ χρόνῳ τοῖς ιθʹ ἐχρῶντο· ὅθεν οἱ ἀρχαῖοι μὴ ἔχοντες τὸ ψ τὴν ψαλίδα παλίδα ἔλεγον, καὶ ἄλλα πολλὰ ῥήματα ἄλλως ἐξεφώνουν καὶ ἔλεγον καὶ ἔγραφον. πρὸς ταῦτα Σιμωνίδης ὁ