80
Χῖος προσέθηκε δύο, η καὶ ω, Ἐπίχαρ μος δὲ ὁ Συρακούσιος τρία, ζ ξ ψ, καὶ οὕτως ἐπληρώθησαν τὰ κδʹ στοιχεῖα. Παρεμβαλόντων δὲ τῶν Ἑλλήνων σὺν ταῖς ναυσὶ κατὰ τῆς Τροίας οὐ συνεχώρουν οἱ Τρῶες προσορμίσαι. πολέμου δὲ συρ 1.221 ραγέντος ἰσχυροῦ, καὶ πολλῶν ἐξ ἑκατέρων ἀνῃρημένων σὺν Πρω τεσιλάῳ προμάχῳ ∆αναῶν, νυκτὸς ἐπιγενομένης Τρῶες μὲν εἰς τὴν πόλιν εἰσιόντες ἀσφαλῶς συνεκλείσθησαν, οἱ δὲ τὰ πλοῖα τῇ παραλίῳ τῆς Τροίας ἀκτῇ κατασφαλισάμενοι ἔμενον τὴν ἕω. περὶ μέσας δὲ νύκτας Κύκνος τις ὄνομα, συγγενὴς ὢν Πριάμου ἄρχων δὲ πόλεως Νεάνδρου, μετὰ πολλοῦ πλήθους πολεμικοῦ τολμήσας ἐπέθετο κατ' αὐτῶν· συμβολῆς δὲ γενομένης αὐτός τε Κύκνος ὑπὸ Ἀχιλλέως καὶ οἱ πλείους τῶν μετ' αὐτοῦ ἀνῃρέθησαν. ἡμέρας δὲ γενομένης βουλευ... τὰς κύκλῳ πόλεις Ἰλίου καὶ Τροίας τῷ Πριά μῳ συμμαχούσας παρεστήσαντο. καὶ ὁ μὲν τοῦ Τυδέως υἱὸς ∆ιο μήδης τὴν τοῦ εἰρημένου Κύκνου πόλιν Νέανδρον καὶ τοὺς υἱοὺς καὶ τὴν χώραν αὐτοῦ πᾶσαν προνομεύσας καὶ καταδῃώσας εἰς τὸ μέσον ἤγαγε τοῦ στρατοῦ, Ἀχιλλεὺς δὲ κατὰ Λέσβου καὶ τῆς ὑπ' αὐτὴν χώρας μετὰ τῶν Μυρμιδόνων ἐκστρατεύει, καὶ Φόρβαντα μὲν τὸν τοπάρχην αὐτῶν συγγενῆ Πριάμου ὄντα ἀναιρεῖ, τὴν αὐ τοῦ δὲ θυγατέρα ∆ιομήδην καὶ πᾶσαν τὴν χώραν λαφυραγωγήσας ἤνεγκεν εἰς τὸν στρατόν. αὖθις δὲ πρὸς τὴν Λυρνησὸν ὁρμήσας καὶ τὴν πόλιν ἑλών, καὶ Ἠετίωνα τὸν αὐτῆς πολιοῦχον ἀνελών, καὶ τὴν γυναῖκα αὐτοῦ Ἀστυνόμην τὴν καὶ Χρυσηΐδα, θυγατέρα Χρύσου ἱερέως Ἀπόλλωνος, ἑλών, καὶ πάντα τὸν πλοῦτον ἐνεγκὼν εἰς τὸ μέσον τέθεικε τοῦ στρατοῦ. ἐντεῦθεν ἐφορμήσας κατὰ τῆς λεγομένης Λεγοπόλεως τοῖς παισὶ ..... Βρίσου θυγατέρα Ἱππο δάμειαν, γυναῖκα οὖσαν Ἀμύντου βασιλέως ἐκείνης τῆς πόλεως, ὃς οὐ παρῆν τότε. μετὰ ταῦτα δὲ Λυκίους καὶ Λυκάονας κατὰ 1.222 τῶν Ἑλλήνων εἰς συμμαχίαν ἐπικαλεσάμενος, ἐπειδὴ ἧκε σὺν ὄχλῳ πολλῷ καὶ θυμῷ βαρεῖ, τῷ Ἀχιλλεῖ συμβαλὼν οὐ μόνον τὴν θυ γατέρα καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ τὴν αὐτοῦ πόλιν οὐδὲν ὤνη σεν, ἀλλὰ καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ πάντες ἔργον πολέμου γεγό νασι. καὶ τὰ μὲν ἄλλα πάντα τῷ στρατῷ ἐμερίσθη, τὴν δὲ Χρυ σηΐδα ὁ Ἀγαμέμνων, Ἱπποδάμειαν δὲ τὴν καὶ Βρισηΐδα ὁ Ἀχιλλεὺς λόγῳ ἐκράτησαν παλλακῶν. λοιμώδους δὲ νόσου ἐνσκηψάσης τῷ στρατῷ, τῇ τοῦ Κάλχαντος μαντείᾳ Χρυσηῒς τῷ πατρὶ ἀποδί δοται, Βρισηΐδα δὲ τὴν τοῦ Ἀχιλλέως ἀφαιρεῖται Ἀγαμέμνων ἄχρι καιροῦ. ἐντεῦθεν χολωθεὶς Ἀχιλλεὺς ἀπέσχετο μετὰ τῶν Μυρμιδόνων τοῦ τοῖς Τρωσὶ πολεμεῖν, ἕως ἰσχυροῖς πολέμοις ὕστερον οἱ περὶ τὸν Ἀγαμέμνονα κατανικώμενοι δώροις πολλοῖς καὶ παρακλήσεσιν ἐδυσώπησαν αὐτὸν ἐξελθεῖν μετ' αὐτῶν. Αἴας δὲ ὁ Τελαμώνιος πρὸς τοὺς ἐν Χερρονήσῳ Θρᾷκας γενόμενος ἐπο λιόρκει· ὃν Πολυμήστωρ ὁ τούτων βασιλεὺς φοβηθεὶς χρυσὸν ἐδίδου πολύν, καὶ σῖτον τοσοῦτον ὅσον τῷ Ἀχαϊκῷ στρατῷ εἰς ἐνιαυτὸν ἐξαρκέσαι. εἶχε δὲ ἐκεῖ Πολύδωρον τὸν πάντων τῶν Πριάμου υἱῶν μικρότερον, ὃν παρέθετο Πολυμήστορι Πρίαμος ἀνατραφῆναι· ἀλλ' αὐτὸς αὐτὸν ἔκδοτον τῷ Αἴαντι δεδωκώς, καὶ ἐγγράφους συνθήκας πεποιηκὼς μηδέποτε ὑπερμαχήσειν Πριάμου, ἀπέστειλεν αὐτόν. ὁ Αἴας δὲ ἐκεῖθεν ὁρμήσας πρὸς Τεύθραντα ἦλθε τοπάρχην· ὃν ἀνελών, καὶ τὴν αὐτοῦ πόλιν ἐκπολιορκήσας καὶ τὴν θυγατέρα Τέκμησσαν αἰχμαλωτίσας ἤγαγε πάντα τὸν πλοῦτον νυκτὸς ἐπὶ τὸν στρατόν. τῇ γοῦν ἑξῆς ἱστῶσι κατέναντι τοῦ τείχους 1.223 τὸν Πολύδωρον, καὶ τῷ Πριάμῳ δηλοῦσι πέμψαι τὴν Ἑλένην καὶ λαβεῖν αὐτόν· καὶ εἰρήνης κυρωθείσης ἀπαίρομεν ἐντεῦθεν. τούτου δὲ μὴ γινομένου, βλεπόντων ἐκ τοῦ τείχους πάντων, τὸν Πολύδωρον ἀνεῖλον ξίφει. Ἰδομενέως τοῦ προμάχου τῶν Ἑλλήνων ὑπογραφεὺς ἦν ὁ ∆ίκτυς, ἀνὴρ ἀξιόλογος καὶ συνετός, ὃς ἀπὸ τῆς Κρή της τοῖς ἐπὶ Ἴλιον ἥκουσι συνεστρατεύετο. οὗτος τὸν τοῦ πολέμου χρόνον πάντα συνὼν τῷ Ἰδομενεῖ τὰ παρακολουθήσαντα πάντα ἀπ' ἀρχῆς ἄχρι τέλους μετὰ ἀληθείας συνέγραψε, καὶ τοὺς χα ρακτῆρας τῶν προμάχων, ὡς πάντας