81
ἑωρακώς, ὑπέγραψε καὶ ἀκριβῶς ὑπεμνημάτισε. τοὺς δὲ χρόνους καὶ τόπους καὶ τρόπους καὶ τὰ ἐκείνου τοῦ πολέμου διασαφῶν, μετὰ ἀκριβείας ἱστοριογρα φῶν, καὶ καθ' ἕνα τῶν ἀρχόντων μεθ' ὅσων νηῶν παρεγένετο συνέταξε. τοῦτο δὲ καὶ ἐν τῇ δευτέρᾳ τῆς Ἰλιάδος ῥαψῳδίᾳ παρ' Ὁμήρῳ δηλοῦται. τοῦ δὲ Ἕκτορος τὰ τῶν Ἑλλήνων στρατόπεδασυνελαύνοντος καὶ πολλοὺς ἀναιροῦντος ἠναγκάσθησαν πρὸς Ἀχιλ λέα διακηρυκεύσασθαι. μόλις οὖν εἴξας Πάτροκλον αὐτοῖς τὸν φίλτατον ἑταῖρον μετὰ τῶν Μυρμιδόνων ἀποστέλλει· καὶ ὃς ἐξελ θὼν πολλοὺς μὲν ἀναιρεῖ τῶν βαρβάρων, τοὺς δὲ διώκει, πρὸς αὐταῖς δὲ πύλαις τῆς πόλεως ὑπὸ Ἕκτορος· κτείνεται μαχόμενος. τοῦτο μαθὼν Ἀχιλλεύς, καὶ γνοὺς ὅτι βουλή ἐστι τῷ Ἕκτορι νυκτὸς τῇ βασιλίδι Πενθεσιλείᾳ ἀπαντῆσαι, λάθρᾳ προφθάσας ἅμα τῷ ἰδίῳ στρατῷ καὶ ἀποκρύψας ἑαυτὸν τὸν ποταμὸν περῶντα Ἕκτορα κτείνει, οὐ μόνον αὐτὸν ἀλλὰ καὶ πάντας τοὺς ἑπομένους 1.224 αὐτῷ, πλὴν ἑνὸς ὃν χειροκοπήσας ἄγγελον ἔπεμψε Πριάμῳ· αὐ τὸς δὲ τὸ σῶμα τοῦ Ἕκτορος δίφρου ἐξηρτηκὼς μηδενὸς τῶν Ἑλλήνων γνόντος εἰς τὴν αὐτοῦ σκηνὴν ἄγει πρὸ ἡμέρας καταικι σθέν. ὁ δὲ Πρίαμος τῇ ἑξῆς σχῆμα πένθιμον περιθέμενος, χρυ σόν τε καὶ ἄργυρον καὶ ἐσθῆτα πολυτελῆ λαβών, λαβὼν δὲ καὶ τὴν θυγατέρα Πολυξένην εὐειδῆ παρθένον καὶ Ἀνδρομάχην γυναῖκα Ἀστυάνακτά τε καὶ Λαομέδοντα νηπίους αὐτῆς παῖδας, ἧκε τολ μήσας εἰς μέσον τῶν ἡγεμόνων τῶν Ἑλλήνων, καὶ πάντας ἱκέτευε προκυλινδούμενος ἱκέτας σὺν αὐτῷ πρὸς Ἀχιλλέα γενέσθαι τοῦ ἀπολυτρώσασθαι τὸ σῶμα τοῦ Ἕκτορος. καί γε ᾠκτείρησαν ἐκ πλαγέντες τὴν τόλμαν τοῦ γέροντος Νέστωρ καὶ Ἰδομενεύς· οἳ καὶ προεσελθόντες Πριάμου εἰς τὴν σκηνὴν ἐδυσώπησαν καὶ Πρίαμον εἰσελθεῖν. ὃς κόνιν κατὰ κεφαλῆς ἔχων ἅμα Ἀνδρομάχῃ καὶ τοῖς παισίν, ἐπὶ πρόσωπον πεσόντες εἰς τοὔδαφος, μεγάλαις κατεβόων οἰκτειρηθῆναι φωναῖς. Πολυξένη δὲ τοῖς Ἀχιλλέως περιπλακεῖσα ποσὶ περὶ τοῦ ἀδελφοῦ αὐτῆς Ἕκτορος διωλύγιον ἱκέτευε κεκρα γυῖα, μένειν τε σὺν αὐτῷ καὶ δουλεύειν ἐπαγγελλομένη, εἰ ἀποδῷ τὸν νεκρόν. οἱ δὲ περὶ τὸν Νέστορα, οἰκτεῖραι τὸ γῆρας ἠξίουν καὶ ἐλεεῖν. καὶ πολλῶν ἐξ ἀμφοτέρων κινηθέντων λόγων ὅμως ἐπένευσε λύτρα λαβεῖν καὶ τὸν νεκρὸν τοῖς ἰδίοις παραχωρεῖν. τὸν χρυσὸν οὖν καὶ τὸν ἄργυρον καὶ τοῦ ἱματισμοῦ μέρος λαβὼν τἆλλα χαρίζεται τῇ Πολυξένῃ. Πρίαμος δὲ καὶ αὐτὴν παρ' αὐτῷ κατε λιπάρει λιπεῖν· ὁ δὲ εἰς ἄλλον τοῦτο δρᾶν ὑπέσχετο καιρόν. ὁ δέ 1.225 γε Πρίαμος καὶ τὸν νεκρὸν καὶ τοὺς σὺν αὐτῷ πάντας ἐπανῄει λαχών, ὃν ἀποχρώντως πενθήσαντες καὶ ὡς θέμις τεφρώσαντες ἔξω τοῦ τείχους καταθάπτουσιν. ἐν ὅσῳ δὲ ταῦτα περὶ τὸν Ἕκτορα διῳκονόμηται, καὶ ἰδοὺ ἡ Ἀμαζὼν Πενθεσίλεια ἐκ Χερρονήσου τῆς ἀντιπέρας πλήθη γενναίων ἀνδρῶν καὶ Ἀμαζονίδων ἧκεν ἐπα γομένη. γνοῦσα δὲ τὰ κατὰ τὸν Ἕκτορα ὑποστρέφειν ἐπειρᾶτο. Πάρις δὲ ταύτην πολλῷ χρυσῷ μεῖναι πείθει. ἣ μετ' ὀλίγας ἡμέ ρας ὁπλισαμένη ἐπὶ τὸ πολεμικὸν δάπεδον εἰσῄει. διχῇ δὲ τὸν αὐτῆς διελοῦσα στρατόν, καὶ ἐν δεξιᾷ μὲν αὐτῆς τοὺς τοξότας, τῷ λαιῷ δὲ μέρει τοὺς ὁπλίτας πεζούς, πλείους τῶν ἱππέων ὄντας, ἐκτάξασα ἡ Πενθεσίλεια μέσον τῶν ἱππέων ἦν ἐν τῷ σίγνῳ· καὶ πολέμου λοιπὸν κροτηθέντος ἄλλοι μὲν ἄλλους ἀπεκτίννυον, Ἀχιλ λεὺς δὲ τὴν Πενθεσίλειαν δόρατι πικρῶς μαχομένην κρούσας τοῦ ἵππου καταβάλλει· ἣν τῆς κόμης ἑλκύσαντες τῷ Σκαμάνδρῳ ἐναπ έπνιξαν ποταμῷ. τοὺς πολίτας δ' αὖ ἔτρεψαν οἱ Αἴαντες· καὶ εἰσελθόντες ἔκλεισαν τὰς πύλας. οἱ λοιποὶ δὲ τῶν Ἑλλήνων τοὺς περιλειφθέντας περὶ τὸ τεῖχος ἀπεκτίννυσαν ἐπιδιώκοντες· τῶν Ἀμαζόνων δὲ ἀποσχόμενοι, μετὰ τὸν πόλεμον ὁ στρατὸς ταύτας δεσμεύσας ἐμερίσατο. μετὰ ταῦτα Ἰνδοὶ πολλοὶ ἔφιπποι καὶ πεζοὶ καὶ Φοίνικες μαχιμώτατοι μετὰ τῶν βασιλέων αὐτῶν ἐν ναυτικῷ στόλῳ παρεγένοντο, ὑπὸ Πριάμου προσκληθέντες εἰς συμμαχίαν. καὶ τοσοῦτοι τὰ πλήθη ἦσαν ὡς μήτε τὸ Ἴλιον μήθ' ὅλον τὸ δάπε δον αὐτοὺς χωρεῖν. πάντες δὲ ὑπὸ Μέμνονος τοῦ τῶν Ἰνδῶν βα σιλέως, ὡς δυνατωτάτου καὶ