82
πολεμικωτάτου, οἵ τε Πριαμίδαι καὶ 1.226 Τρῶες, καὶ πᾶς ὁ στρατὸς ὑπ' αὐτοῦ διαταττόμενος ἐφ' ἅρματος λαμπρῶς ὀχουμένου εἰς τὸ δάπεδον ἐξῄεσαν. ἐξέστησαν δὲ Ἕλλη νες, ξίφη καὶ ὅπλα φοβερὰ καὶ σφενδόνας καὶ ἀσπίδας τετραγώ νους καὶ Αἰθίοπας πολλοὺς κατ' αὐτῶν ὁρῶντες ὁρμῶντας φοβεροὺς καὶ φρικτούς. καὶ οἱ Τρῶες δὲ σὺν βοῇ πολλῇ καὶ ἅλμασιν ἐπιτιθέμενοι πλείστους ἀνῄρουν καὶ αὐτοὶ τῶν Ἀχαιῶν. οἱ ἡγε μόνες δὲ τὴν βίαν τοῦ πλήθους οὐ φέροντες ὑπεχώρουν πρὸς τὰς ναῦς, ἃς καὶ αὐτὰς οἱ βάρβαροι κατέκαυσαν ἄν, εἰ μὴ νὺξ ἐπι οῦσα τὴν αὐτῶν κατέσχεν ὁρμήν. ἐπιγενομένης οὖν τῆς νυκτὸς τὰ τῶν ἀνῃρημένων τεφρώσαντες σώματα καὶ τῶν τραυματιῶν ἐπιμελησάμενοι, ὡς εἰκός, οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐβουλεύσαντο τίς ἂν τολμήσῃ κατὰ τοῦ Μέμνονος βαλεῖν, τῶν ἄλλων περὶ ἄλ λους ἀσχολουμένων. κληροῦται τοίνυν Αἴας ὁ Τελαμώνιος. καὶ πρὶν ἥλιον ἀνελθεῖν ὁπλισάμενοι ἐξῄεσαν, Ἕλληνες μὲν πρῶτοι, εὐθὺς δὲ καὶ ὁ Μέμνων καὶ πάντες οἱ ὑπ' αὐτὸν στρατιῶται. ἄλλοι μὲν οὖν πρὸς ἄλλους, ὁ Αἴας δὲ Ἀχιλλέως αὐτοῦ ἐκ τῶν ὄπι σθεν συνεπισχύοντος κατὰ τοῦ Μέμνονος ὁρμᾷ. Μέμνων δὲ τοῦ ἅρματος καταβὰς τῷ δόρατι ἐπείραζεν Αἴαντα. Αἴας δὲ πρῶτος τὴν αὐτοῦ ἀναστρέψας ἀσπίδα ἐπέθετο βαρέως αὐτῷ· πάντων δὲ τῶν σὺν αὐτῷ Ἰνδῶν προσεχόντων τῷ Αἴαντι, τὸ δόρυ βαλὼν εἰς τὸν Μέμνονος τράχηλον γυμνωθέντα κτείνει τοῦτον ὑπὲρ ἐλπίδα πᾶσαν ὁ Ἀχιλλεύς. κἀντεῦθεν βαρβάρων μὲν κατὰ κράτος φυγὴ καὶ φόνος καὶ οἰμωγή, Ἑλλήνων δὲ ἀλαλαγμὸς καὶ νίκη ἀναμφή ριστος καὶ λαμπρά, ὅτε καὶ Πολυδάμας ὁ τῶν Φοινίκων ἀλκιμώ 1.227 τατος βασιλεὺς τῷ Αἴαντος δόρατι τὸν βουβῶνα κεντηθεὶς πίπτει. Αἰθιόπων τε καὶ βαρβάρων ἀμύθητος ἐσμὸς ἐκεῖ θνήσκει, ὡς πλησθῆναι τὸ δάπεδον νεκρῶν, ὑπὸ τῶν ἱππέων δεινῶς τῶν πεζῶν συμπατουμένων καὶ ἀναιρουμένων. μετὰ ταῦτα τοὺς Τρῶας Ἀχιλλέως εἰς πόλεμον προσκαλουμένου, ἄρχοντες ἐξῆλθον ὁ Πάρις καὶ ∆ηΐφοβος υἱοὶ Πριάμου, καὶ οἱ ἀδελφοὶ τούτου Τρωΐλος καὶ Λυκάων, σὺν τῷ λοιπῷ παντὶ τῶν Τρώων στρατῷ· οὓς Ἀχιλλεὺς μετὰ τῶν συνασπιζομένων αὐτῷ Ἀχαιῶν καταδιώξας τοὺς μὲν ζῶν τας εἷλε, τοὺς δὲ εἰς τὸν Σκάμανδρον ποταμὸν ἐναπέπνιξε, Τρωΐλον δὲ καὶ Λυκάονα ἀνεῖλε. μετὰ ταῦτα ἀνέστη ἡ τῶν ἀναθημάτων ἑορτή, ἀνοχὴν φέρουσα πολέμου, ὅτε δὴ πάντων ἐν εἰρήνῃ θυόν των τῷ Θυμβραίῳ Ἀπόλλωνι, ∆αναῶν καὶ Τρώων, ἐν τῷ ἀπὸ μικροῦ τῆς πόλεως ἄλσει, ἐξελθούσης Πολυξένης μετὰ τῆς μητρὸς Ἑκάβης εἰς τὸ ἱερὸν ὁ Ἀχιλλεὺς ταύτην ἐθαύμασεν ἰδών. ἑωρακὼς δὲ ὁ Πρίαμος τὸν Ἀχιλλέα, πέμπει τὸν Ἰδαῖον πρὸς αὐτὸν ἐν ἄλσει φέροντα λόγους περὶ Πολυξένης. τοῦτον ἰδιαζόντως ὁμι λοῦντα τῷ Ἀχιλλεῖ τῶν Ἑλλήνων οἱ ἄριστοι ἰδόντες, καὶ θορυβηθέντες, Αἴαντα καὶ ∆ιομήδην καὶ Ὀδυσσέα πέμπουσι, μὴ ἐπι διδόναι παρεγγυῶντες τοῖς βαρβάροις, μηδὲ πιστεύειν ἑαυτὸν τοῖς ἐχθροῖς. καὶ αὐτοὶ ἔμενον ἔξω τοῦ ἄλσους, ἐκδεχόμενοι τὸν Ἀχιλλέα, ὥστε κατ' ἰδίαν παραγγεῖλαι αὐτῷ. ὁ δ' ἦν ὑποσχό μενος τῷ Ἰδαίῳ πρὸς γάμον τὴν Πολυξένην λαβεῖν· διὸ καὶ προσέ μενεν ἐν τῷ ἄλσει ἀναπατῶν. μετὰ βραχὺ δὲ ὁ Πάρις καὶ ὁ ∆ηΐ φοβος ἧκον, παρακαλοῦντες αὐτὸν δῆθεν περὶ τοῦ γάμου. ὁ δὲ 1.228 φαῦλον μηδὲν ὑπονοῶν, ἐν τῷ τοῦ Ἀπόλλωνος ἑστὼς ἱερῷ κατεδέ ξατο αὐτούς. καὶ ὁ μὲν Πάρις ὅρκῳ τὰ μεταξὺ ἀμφοτέρων λεγό μενα βεβαιῶν παρὰ τὸν βωμὸν ἵστατο, περιπλεκομένου δὲ ∆ηϊφό βου τὸν Ἀχιλλέα καὶ καταφιλοῦντος ἐβάπτισεν ὃ ἐπεφέρετο ξίφος κατὰ τῶν αὐτοῦ σπλάγχνων· καὶ ἔτι κρατοῦντος αὐτοῦ δευτέραν εὐθὺς ὁ Πάρις ἐπάγει κατ' αὐτοῦ πληγήν. καὶ ὃς ἔκλυτος γεγο νὼς πίπτει. ἐκεῖνοι δὲ ἀνυπόπτως δι' ἄλλης τοῦ ἄλσους ἐξελθόν τες, ὡς μικρὸν ἀπεῖχον, δρόμῳ πολλῷ χρησάμενοι εἰσῆλθον εἰς τὴν πόλιν. οἱ περὶ τὸν Ὀδυσσέα δὲ ἰδόντες αὐτοὺς τρέχοντας, εἰσδραμόντες εὑρίσκουσι τὸν Ἀχιλλέα ᾑμαγμένον κείμενον παρὰ τὸν βωμόν. πρὸς ὃν ὁ Αἴας "ἆρ' ἦν ἄνθρωπος δυνάμενος κτεῖ ναί σε; ἀλλ' ἡ σὴ προπέτεια μόνη σε ἀπώλεσε." πρὸς ὃν ὁ Ἀχιλλεὺς