83
ἔσχατα πνέων "δόλῳ εἰργάσαντό με" φησί "Πάρις καὶ ∆ηΐφοβος διὰ Πολυξένην." ὀξύτατα οὖν ἐπ' ὤμων ἁρπάσαντες τὸ σῶμα καὶ ἐπὶ τὰς σκηνὰς ἀγαγόντες καὶ τεφρώσαντες θάπτουσι γῇ. μετὰ τὸν θάνατον Ἀχιλλέως πολέμου γενομένου, καὶ πολ λῶν ἐξ ἑκατέρων πεσόντων, εἰς μονομαχίαν ὁ Φιλοκτήτης καὶ ὁ Πάρις ἔρχονται. καὶ πρῶτος λαχὼν ὁ Πάρις βάλλει κατὰ Φιλο κτήτου, ἀστοχεῖ δέ. ὁ δὲ ἀντιτοξεύσας τὴν ἀριστερὰν χεῖρα Πά ριδος διαπείρει, καὶ δευτερώσας τὸν δεξιὸν αὐτοῦ ἐπήρωσεν ὀφ θαλμόν, καὶ τρίτον βαλὼν ἐπὶ τοὺς πόδας καὶ τὰ σφυρὰ ῥίπτει Πάριν εἰς γῆν. ὃν ἁρπάσαντες ἡμιθανῆ εἰς τὴν Ἴλιον εἰσῆλθον. καὶ αὐτὸς τοὺς ἐκ τῆς Ἑλένης υἱοὺς τρεῖς, Βούνυμον Κορυθαῖον 1.229 καὶ Ἰδαῖον, μικροὺς αὐτῷ παραστάντας ἰδὼν ἄφωνος ἔμεινε, καὶ διὰ μέσης ἐξέπνει νυκτός. ἡ δὲ προτέρα αὐτοῦ γυνὴ Οἰνώνη ἑαυ τῇ ἀπεχρήσατο ἀγχόνῃ. Ἑλένην δὲ γυναῖκα ∆ηΐφοβος ἠγάγετο παραυτά, ὃν ὁ Μενέλαος ὕστερον ἠκρωτηρίασε δι' αὐτήν.
Ὅτι τὸ Παλλάδιον λεγόμενον ξύλινον ὑπῆρχεν εἴδωλον τῆς Παλλάδος. τοῦτο ἔλεγον τετελεσμένον εἶναι ἀρρήτοις τισὶ καὶ δαιμονιώδεσι τελεστηρίοις, ἤτοι μυσαροῖς μυστηρίοις ἐστοιχειω μένον, νικηφόρον, ὅ φασι, καὶ ἀνάλωτον διατηροῦν τὴν πόλιν ἐν ᾗ ἀπόκειται. τοῦτο τὸ ζώδιον τὴν πόλιν Ἴλιον μέλλοντι κτίζειν Τρωῒ τῷ τῶν Τρώων βασιλεῖ φιλόσοφός τις καὶ ἀρρήτων γοητειῶν τελεστής, Ἄσιος ὄνομα, φέρων ἐχαρίσατο· ᾧ ἀντιχαριζόμενος ὁ Τρὼς τὴν ὑπ' αὐτὸν χώραν πᾶσαν, Ἐπίρροπον πρῶτον καλου μένην, εἰς τὸ ἐκείνου ὄνομα Ἀσίαν ἐπωνόμασε. τοῦτο οὖν τὸ βρέτας, ἀκούσαντες οἱ Ἕλληνες ὡς οὐκ ἂν δύναιντο τὴν πόλιν ἑλεῖν ἕως ἂν ἐν αὐτῇ ἀποκείμενον ᾖ, κλέψαι ἴσχυσαν, Ὀδυσσέως καὶ ∆ιομήδους κρυφῇ εἰσελθόντων καὶ ἐν τῷ ἱερῷ τῆς Παλλάδος ἐν ἡμέραις τῶν ἑορτῶν παραμενόντων· καὶ γνώμῃ τοῦ Ἀντήνορος ἐξάρχου τῶν Τρώων ὄντος, διὰ τῆς γυναικὸς αὐτοῦ Θεανοῦς ἱε ρείας τῆς Ἀθηνᾶς οὔσης, τοῦτο νυκτὸς ἀφελόμενοι ἐξῆλθον, ὅτε καὶ τὰ συμβάντα τοῖς Τρωσὶ κατ' ἐκείνην τὴν νύκτα ἐλεεινὰ σύμ βολα καὶ ἀπαίσια κατεθεῶντο καὶ πρωῒ ἐξελθόντες τοῖς Ἕλλησιν ἀπήγγειλον. φασὶ γὰρ ὅτι τῶν Τρώων ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλ λωνος θυσιάζειν ἀγωνιζομένων τὰ ξύλα μὲν καὶ τὰ κρέα καθὸ 1.230 θέμις ἐπετίθετο, πῦρ δὲ τοῖς ξύλοις ἐπιβαλλόμενον οὐχ ἧπτεν, ἐσβέννυτο δέ. πολλάκις δὲ τοῦ πυρὸς ἐνεχθέντος καὶ μὴ καιομέ νου, πίπτει τὰ ἐν τῷ βωμῷ πάντα εἰς τοὔδαφος. οἱ Τρῶες δὲ οὐκ ἀγαθὸν αὐτοῖς εἶναι οἰωνὸν ταῦτα τεκμηράμενοι, ὅ τε Πρία μος καὶ οἱ λοιποὶ τὸν Ἀντήνορα πρεσβεῦσαι πρὸς ∆αναοὺς ἀπο στέλλουσιν, ὥστε λύτρα λαβόντας ὅσα ἂν ἐθέλωσι λῦσαι τὸν πό λεμον. καὶ ὁ Ἀντήνωρ πρεσβεύων ἔφη πρὸς Ἀχαιούς "πάντα ἐπάθομεν ὅσα τοὺς ἡμαρτηκότας παθεῖν ἐχρῆν. ἀνθ' ὧν Μενέ λαον ὁ Πάρις ἠδίκησε, δίκας ἔδωκεν· ἀνθ' ὧν τὸ Ἴλιον, μαρτυ ροῦσιν οἱ τάφοι τῶν ἀνῃρημένων. νῦν οὖν οἱ περιλειφθέντες ἡμεῖς λύτρα φέρομεν ὑμῖν. ὑπὲρ θεῶν, ὑπὲρ πατρίδος, ὑπὲρ τέκνων, Ἕλληνες ὄντες, τοὺς πρὶν ἀπειθεῖς, νῦν ἱκέτας σώσατε." ἐπὶ τούτοις πεισθέντες οἱ Ἕλληνες Ὀδυσσέα καὶ ∆ιομήδην ἀποστέλλουσι τὴν τῶν χρημάτων ποσότητα τυπῶσαι. καί γε ἐτύπωσαν χρυσίου τάλαντα δισχίλια καὶ ἀργύρου τάλαντα δισχίλια, καὶ τὰ δόξαντα πάντα κομισάμενοι καὶ ἀφορμηθέντες τῆς πόλεως ὑπέ στρεψαν εἰς τὸν στρατόν. μετὰ ταῦτα θυσιαζόντων τῶν Ἑλλήνων καὶ ἀποπλεῦσαι βουλομένων, πάντας ἐνώρκωσεν Ὀδυσσεὺς ἐν ταῖς θυσίαις μὴ ἀποπλεῦσαι τῆς Ἰλίου πρὶν ἢ τὸν δούρειον ἵππον κατα σκευασθῆναι. ἔνθεν τοι καὶ ξύλοις τοῖς ἁρμοδιωτάτοις συμπήξαν τες καὶ εὐφυῶς κατακοσμήσαντες, καὶ ταῖς Ἐπειοῦ τεχνουργίαις θαυμαστὸν αὐτὸν ὑπερφυῶς κατασκευασάμενοι πάσαις μηχανορ ραφίαις, ὥστε καὶ στρατὸν εἰκοσιτεσσάρων ὁπλιτῶν ἔνδον κρύ 1.231 πτοντα ἀβίαστα διὰ τροχιλίσκων ἑλκόμενον τῆς φορβειᾶς ἀκολου θεῖν, καὶ τοῦτον οὕτω τεκτηνάμενοι, τὰς σκηνάς τε κατακαύσαν τες καὶ ἀποπλεύσαντες καὶ εἰς Τένεδον ὑποθήκαις Ὀδυσσέως ἀπο κρυβέντες τὴν νῆσον, ἕνα τινὰ γενναῖον ἄνδρα