84
καταικισάμενοι, καὶ μετρίως αὐτὸν ἀκρωτηριάσαντες ἐθέλοντα καὶ χαίροντα τῷ ἐπαίνῳ καὶ τῷ μισθῷ, προδότην ἀφιᾶσιν αὐτόν· ὃς διαπυνθανομένοις τοῖς βαρβάροις τί ἂν εἴη τὸ προκείμενον ἔργον τουτὶ καὶ πρὸς τί φέροιτο, ἀπεκρίνατο λέγων "τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀνατιθέασι ∆αναοὶ τοῦτο, ὁμοῦ μὲν ἀπολογίαν ὑπὲρ ὧν εἰς τὴν πόλιν αὐτῆς ἠδίκησαν, ὁμοῦ δὲ καὶ δῶρον τοῦτο ὑπὲρ τῆς εἰς τὰς ἑαυτῶν πα τρίδας σωτηρίας καὶ εἰς μνήμην αὐτῶν ἀφιεροῦν κεκρίκασι δεῖν." οἱ τοίνυν Τρῶες πειθήνιοι τούτοις γενόμενοι, λαβόντες σὺν εὐθυ μίᾳ καὶ χαρμονῇ τὸν δούρειον ἵππον, μᾶλλον δὲ τὸν ἴδιον ὄλεθρον, καὶ καλωδίοις ἀνέλκοντες καὶ εὐάζοντες, τὸ τῆς πύλης ὑπέρθυρον ἄραντες τοῖς τοῦ θεοῦ αὐτῶν ἀδύτοις μετὰ τῶν ἐχθρῶν εἰσήγαγον. ἐν δὲ τῷ μεσονυκτίῳ οἱ ἐν τῷ ἵππῳ λοχῶντες ἐπὶ σχολῆς ἐκπεπη δηκότες, αὐτόν τε τὸν Πρίαμον καὶ τοὺς παῖδας αὐτοῦ ἀνελόντες, τόν τε ∆ηΐφοβον ἀκρωτηριάσαντες, τὸ πλῆθος δὲ τῶν ἀνδρῶν ἀποκτείναντες, πυρσοῖς μάλα λαμπροῖς καὶ συχνοῖς τοῖς ἐκ τοῦ τείχους τὸν τῶν ∆αναῶν στόλον πρὸς ἑαυτοὺς ἐπέστρεψαν. ἡμέ ρας δὲ ἤδη διαγελώσης καὶ αὐτοὶ παραστάντες τοὺς ὑπολειφθέντας πάντας ἀπέκτειναν· τὰς δὲ γυναῖκας αἰχμαλώτους καὶ τὴν Ἑκάβην καὶ τὰ κτήνη λαβόντες, τά τε σκεύη καὶ εἴδη καταμερισάμενοι, 1.232 τήν τε Ἑλένην τῷ Μενελάῳ ἀποδόντες καὶ τὴν πόλιν πᾶσαν ἐμ πρήσαντες καὶ καταστρεψάμενοι ἐπαλινόστουν. Μετὰ τὸ ἁλῶναι τὸ Ἴλιον Αἴας ὁ Τελαμώνιος καὶ Ὀδυσσεὺς τοῦ ζωδίου Παλλάδος ἑκάτερος ἀντεποιοῦντο, ὡς αὐτῷ δια φέροντος καὶ τῇ ἰδίᾳ πόλει ἕξειν αὐτὸ φυλακτήριον, ὡς πάντων ἐπίπροσθεν ἀγωνιζόμενον. πολλὰ δὲ στρατηγήματα ἐξ ἀμφοτέρων ῥηθέντα, ὅμως ἐν παραθήκῃ δίδοται τὸ Παλλάδιον ἕως πρωῒ τῷ ∆ιομήδει. διὰ μέντοι νυκτὸς ἀδήλως σφάζεται Αἴας. πρωΐας δὲ γενομένης ὡς εὑρέθη νεκρός, πολλῆς στάσεως γενομένης εἰς ὑπόληψιν ἦλθε τῆς πράξεως Ὀδυσσεύς· ὅθεν καὶ εἰς ἐμφύλιον ἀναπτομένου τοῦ πράγματος πόλεμον, πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς Τροίας, καὶ μετ' ἐκεῖνον ἅπαν τες, καὶ τοῦτο ἀρχὴ γέγονε τῆς τῶν Ἑλλήνων ὑποχωρήσεως. τὴν δὲ Ἑκάβην καταρωμένην τῷ στρατῷ οἱ μετὰ Ὀδυσσέως λίθοις βάλλουσι καὶ τῇ θαλάσσῃ ῥίπτουσιν εἰς χώραν λεγομένην Μαρώ νειαν, ἣν καὶ κυνὸς σῆμα ὠνόμασαν. Ἐκεῖθεν ἐμπίπτει ἐν Σικελίᾳ Κύκλωπι, οὐχὶ ἑνὶ ὀφθαλμῷ κατὰ τὰς μυθολογίας Ὁμήρου κεχρημένῳ· ἀλλ' ἄνθρωπος μὲν ἦν τὴν φύσιν ὡς πάντες ἄνθρωποι καὶ οἱ λοιποὶ Κύκλωπες, οἳ καὶ τὸ εἶδος ἦσαν μεγάλοι καὶ ἀπηγριωμένοι καὶ ἀπευκτοί, τὴν προαί ρεσιν παγχάλεποι καὶ μισανθρωπότατοι καὶ φονικώτατοι. εἶτα εἰς τὰς Αἰολίας νήσους εἰς Κίρκην καὶ Καλυψὼ τὰς θυγατέρας Ἄτλαν τος· ἀφ' ἧς Κίρκης καὶ υἱὸν ἔσχε τὸν Τηλέγονον. εἶτα εἰς λίμνην 1.233 τὴν καλουμένην Νεκύοπον, ἐν ᾗ διὰ φαντασμάτων ἔγνω τὰ μέλ λοντα συμβαίνειν αὐτῷ. ἐκεῖθεν εἰς τὰς Σειρῆνας ἐκρίπτεται πέ τρας καὶ τὴν καλουμένην Χάρυβδιν καὶ Σκύλλαν, ἥτις ἐν στενῷ τόπῳ διακειμένη ὑποδέχεται τὰ τοῦ Ὠκεανοῦ ῥεύματα καὶ τοὺς παραπλέοντας βυθίζει. ἐν ᾧ τὰ πλοῖα πάντα μετὰ καὶ τῶν ἑταί ρων ἀποβαλών, αὐτὸς κρατήσας σανίδος ἐν τοῖς ῥεύμασι τῶν ὑδάτων ἐφέρετο. τοῦτον Φοίνικες πλέοντα λαβόντες εἰς Κρήτην πρὸς Ἰδομενέα γυμνὸν ἤγαγον. καὶ αὐτὸς πέμπει τοῦτον εἰς Φαια κίαν τὴν νῦν λεγομένην Κέρκυραν πρὸς Ἀλκίνοον, δεδωκὼς αὐτῷ ναῦς δύο καὶ ἄνδρας ἐπιλέκτους νʹ. ὁ Ἀλκίνοος τοίνυν μετὰ τοῦ Ὀδυσσέως πλείονας στρατιώτας ἀναλαβόμενος καταλαμβάνει τὴν Ἰθάκην. καὶ τοὺς μνηστῆρας ἀποκτείνας, καθάρας τε τὸν οἶκον ἀπὸ τῶν ἐπιβουλευόντων αὐτῷ, ἀνακτᾶται τὴν βασιλείαν. βιώσας οὖν ὁ Ὀδυσσεὺς πολλοὺς χρόνους ὑπὸ τοῦ ἰδίου παιδὸς τοῦ ἀπὸ τῆς Κίρκης αὐτῷ γεγενημένου τοῦ Τηλεγόνου τὸν βίον καταλύει. τὸν γὰρ ἀπὸ τοῦ υἱοῦ θάνατον ἔκ τινων μαντευμάτων ὑφορώμενος τὸν Τηλέμαχον ἐφυλάττετο καὶ συνεῖναι αὐτῷ παρῃτεῖτο. τοῦ οὖν Τηλεγόνου τὴν Ἰθάκην καταλαβόντος καὶ ἑαυτὸν τῷ πατρὶ καταμηνύσαντος, μὴ προσδεχομένου παρὰ τῶν φυλάκων, νυκτός τε οὔσης