85
καὶ κραυγῆς γενομένης νομίσας Ὀδυσσεὺς τὸν Τηλέμαχον εἶναι ἀνίσταται μετὰ ξίφους, καὶ συμπεσὼν Τηλεγόνῳ πλήττεται ὑπ' αὐτοῦ κέντρῳ τρυγόνος, καὶ τούτῳ τῷ τρόπῳ τελευτᾷ. Ἀγαμέμνων ὁ βασιλεὺς εἰς τὴν πατρίδα μετὰ Κασάνδρας ἀποπλεύσας εὗρε Κλυταιμνήστραν μοιχευομένην Αἰγίσθῳ. αὕτη 1.234 γὰρ ἀκούσασα ὡς Ἀγαμέμνων τὴν Κασάνδραν ἔσχεν ἐν Τροίᾳ, θάνατον καταψηφίζεται τῷ ἀνδρὶ τοιοῦτον. ἐνδύσασα γὰρ αὐτὸν ἐπανελθόντα χιτῶνα πανταχόθεν ὑφασμένον, παρασκευάζει τοῦ τον ὑπὸ Αἰγίσθου σφαγῆναι, καὶ λαμβάνει τὸν Αἴγισθον. ὁ γοῦν τοῦ Ἀγαμέμνονος υἱὸς Ὀρέστης, ὃς ὑπὸ τοῦ ἰδίου πατρὸς ἐν τῇ πρὸς Ἴλιον ἐκστρατείᾳ νέος ὢν πρὸς Σχοινέα ἀπεστάλη ἀνατραφῆναι, τοῦτο μαθὼν ἦλθε, καὶ ἀνελὼν Αἴγισθον καὶ τὴν μητέρα αὐτοῦ ἀναλαμβάνει τὴν βασιλείαν. Μενέλαος δὲ σὺν τῇ Ἑλένῃ εἰς Αἴγυπτον ἀπορριφείς, καὶ μόλις εἰς Λακεδαίμονα καταχθείς, τὰ κατὰ τὸν Ἀγαμέμνονα μα θὼν μετὰ πολλοῦ δέους ἐβίου. Αἴας δὲ ὁ τοῦ Ὀϊλέως υἱὸς μετὰ τοῦ ἰδίου στρατοῦ ἐποντίσθη. ∆ιομήδης δὲ ὁ τοῦ Τυδέως υἱὸς εἰς τὴν ἰδίαν πόλιν καταπλεύσας οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶς ὑπὸ Αἰγιαλείας τῆς αὐτοῦ γυναικὸς καὶ τῶν πολιτῶν κατέφυγεν εἰς Καλαβρίαν. κτίζει οὖν πόλιν ἐκεῖ, ἣν ἐκάλεσεν Ἀργυρίππην, τὴν μετονομασθεῖσαν Μαλεβέντον, εἶτα καὶ Βενεβέντον, καὶ ἐν αὐτῇ οἰκεῖ ἔχων καὶ τὸ Παλλάδιον, ὅπερ ἔλαβεν ἐκ Τροίας.
Ὅτι Ὀρέστης μετὰ τὴν μητροκτονίαν εἰς μανίαν περιέπεσε λυσσώδη, καὶ ποτὲ μὲν ἐν ἀνέσει διῆγε, ποτὲ δὲ τὰ ἐξόχων ἐπε τέλει. ἀγαπώντων δὲ αὐτὸν τῶν πολιτῶν εἰς ∆ελφοὺς ἀπέρχεται, καὶ δέχεται χρησμὸν τοιοῦτον "Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργα λέης νόσου μανίην ἀποθέσθαι, εἰ μὴ περάσας Πόντου κύματα 1.235 Σκυθίης γαῖαν καταλάβῃς Αὐλίδος τε χώραν. ἐν ἱερῷ Ἀρτέμιδος ληφθεὶς σωθήσῃ ἐκ τῶν βωμῶν. κἀκεῖθεν ἐκφυγὼν ἀπὸ χθονὸς βαρβάρων χθόνα περάσας καταλάβῃς Συρίης γαῖαν. αὐλῶνος Σιλπίου ὄρους ἄντικρυ εὑρήσεις Μελάντιον τοὔνομα ἔχον ὄρος, ἔνθα μέγας ἐστὶ ναὸς Ἑστίας. ἐκεῖ λυσσώδη μανίαν ἀποτίθει. θᾶττον οἴχνει. ταῦτ' ἔφην ἃ γίνεται." ταῦτα σημειωσάμενος Ὀρέστης, εὐθέως ἀναπλεύσας ἅμα τῷ Πυλάδῃ, ἔφθασαν ἐπὶ τὴν Αὐλίδα χώραν τῆς Σκυθίας. τὴν Ποντικὴν τοίνυν θάλασσαν διαπεράσαντες, καὶ ὡς ἀπὸ μιλίων δύο τῆς ἠπείρου πεζεύσαντες, ὁρῶσιν ὡς μέλαθρα θεᾶς καὶ ἔξωθεν ἀνθρώπων ὀστέα ἐρριμμένα, ἃ καὶ Κρουστέμια ἐγχώριος καλεῖ γλῶσσα. καὶ τί δράσαιεν ἐβου λεύοντο. τρέχουσι βουκόλοι πρὸς τὴν Ἰφιγένειαν, "ἥκουσι" φάσκοντες "δύο νεανίσκοι παρὰ τὴν κυανέαν." ἐκείνη δέ, τίνες καὶ ποταποί, καὶ τίνα τούτοις ὀνόματα, πρῶτον ἐρωτῶσα τοὺς ξένους, καὶ περὶ Ἀγαμέμνονος τοῦ πατρὸς καὶ περὶ τοῦ Τρωϊκοῦ πολέμου ἐξήταζεν. εἶτα δεσμοῦνται τοῦ θύεσθαι. καὶ τὸν μὲν Ὀρέστην εἰς τὴν ἑξῆς, Πυλάδην δὲ τῷ βωμῷ τῆς Ἀρτέμιδος παρεστήσατο. καὶ ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας ἐπύθετο καὶ ποίας πόλεως. "χώρας μὲν Ἑλλάδος" ἔφη, "Μυκήνης δὲ πόλεως ἄθλιος πάρειμι." ἡ δὲ τὴν πόλιν αὐτῆς καὶ τὴν χώραν ἀκούσασα ἐδάκρυσεν, ὑποπτεύσασα δὲ ὑπὸ τῶν βουκόλων αὐτὸν ἀκοῦσαι τὰ περὶ αὐτῆς "τίς" ἔφη "βασιλεὺς Μυκήνης; τίς δὲ ἡ τούτου γυνή; 1.236 τίνα δὲ τέκνα;" "Ἀγαμέμνων" εἶπε "πρῴην, γυνὴ δὲ Κλυται μνήστρα, τέκνα δέ οἱ Ὀρέστης καὶ Ἠλέκτρα καὶ Ἰφιγένεια, ἣὡς λέγουσι θυσία Ἀρτέμιδι προσήχθη, ῥυσθεῖσα δὲ ὑπὸ τῆς θεοῦ ἕως ἄρτι ποῦ ἐστὶν οὐκ ἐγνώσθη· ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας." ἡ δὲ ἀκούσασα κελεύει τοῦτον αὐτίκα λυθῆναι τῶν δεσμῶν. καὶ γράψασα δίπτυχον ἐπιδέδωκεν αὐτῷ, εἰποῦσα "ἰδοὺ τὸ ζῆν σοι ἡ θεὸς δωρεῖται δι' ἐμοῦ. ἐπόμνυθί μοι κατ' αὐτῆς ὅτι τὸ δίπτυχον τοῦτο ἐπιδίδως τῷ Ὀρέστῃ, καὶ κομίζεις μοι παρ' αὐτοῦ γράμματα." ὁ δὲ ἐπώμνυτο καὶ τὸ γράμμα διδόναι αὐτῷ εἰς χεῖρας καὶ αὐτὸν ἄγειν Ὀρέστην πρὸς αὐτήν. εἰληφὼς δὲ τὸ δίπτυχον ἐξῆλθε τοῦ ἱεροῦ, καὶ ἐλθὼν ὅπου Ὀρέστης ἐφρουρεῖτο ᾐτήσατο τοὺς φρουροὺς Σκύθας, καὶ εἰσελθὼν ἐπεδίδου τὴν πυκτὴν οὕτως εἰπών "ἴθι τὸ τάχος πρὸς Ἰφιγένειαν τὴν σὴν