86
ἀδελφήν." ἔμενον οὖν ἐννεοὶ οἱ Σκύθαι πρὸς τὸ συμβάν. καὶ δὴ αὐτίκα πρὸς Ἰφιγένειαν εἰσῆλθον ἀμφότεροι, καὶ ὁ Πυλάδης "ἴδε" ἔφη "Ὀρέστης ὁ σὸς ἀδελφός." ἡ δὲ οὐκ ἐγνώρισεν αὐτόν, ἕως τὸ Πελόπειον τοῦ γένους σήμαντρον τὴν ἐλαίαν εἶδεν ἔχοντα ἐν τῷ ὤμῳ δεξιῷ. περιπτυξαμένη τε αὐτὸν ἐκέλευσεν ἑλκυσθῆναι τὰ πλοῖα αὐτῶν ἀπὸ τῆς θαλάσσης, καὶ ὅλον αὐτοὺς μεῖναι τὸν χειμῶνα παρ' αὐτῇ. θέρους δὲ γενομένου λάθρᾳ Ὀρέστης καὶ Πυλάδης τὸ ὁλόχρυσον ἄγαλμα Ἀρτέμιδος καὶ αὐτὴν ἀνελόμενοι τὴν Ἰφιγένειαν ἀπέδρασαν μεθ' ὧν ἀπῆλθον πλοίων. καὶ τὴν ∆ιαβηνὴν περάσαντες ἦλθον πρὸς ἀνατολὴν ἐπὶ 1.237 τὸ Σαρακηνικὸν Ἔμετ, κἀκεῖθεν ἐπὶ Τρίκωμιν τῆς Παλαιστίνης. καὶ δὴ Ὀρέστου μανέντος οἱ Τρικωμῖται ἱερὸν μέγα τῇ Ἀρτέμιδι κτίσαντες ἠξίουν τὴν Ἰφιγένειαν, ὡς ἱέρειαν τιμῶντες αὐτήν, θυσιάσαι κόρην παρθένον τῇ θεῷ. καὶ δὴ ἄγουσι νέαν, Νύσσαν ὀνόματι, ἣν καὶ ἐθυσίασεν Ἰφιγένεια. καὶ στήλην χαλκῆν στή σαντες Νύσσαν τὸν τόπον ὠνόμασαν. τοῦ γοῦν Ὀρέστου τὰς φρένας ἀναλαβόντος ἡ Ἰφιγένεια ὄναρ εἶδεν, ἔλαφον λέγουσαν αὐτῇ "φύγε ἀπὸ τῆς χώρας ταύτης." εὐθὺς οὖν φυγόντες τὴν παράλιον καταλαμβάνουσι Παλαιστίνην, κἀκεῖθεν εἰς Συρίαν καὶ τὸ Μελάντιον ὄρος. καὶ τὸ ἱερὸν τῆς Ἑστίας κατὰ τὸν χρησμὸν εὑρηκὼς Ὀρέστης καὶ θυσιάσας τῆς χαλεπῆς ἀπήλλακται μανίας. εἶτα τὸν Ὀρόντην περάσας ἐπὶ τὸ Σίλπιον ὄρος ἦλθε, καὶ τοὺς Ἀργείους Ἰωνίτας ὡς συγγενεῖς ἀσπασάμενος δι' αὐτῶν εἰς τὸ παράλιον τῆς Παλαιοπόλεως πρῴην λεγομένης, νῦν δὲ Σελευκείας, παρεπέμφθη. κἀκεῖθεν ναῦν εὑρηκὼς ἕως Ἑλλάδος διέβη. καὶ τὴν ἀδελφὴν Ἠλέκτραν εἰς γάμον τῷ Πυλάδῃ ζεύξας, ἕως θανά του τῆς τῶν Μυκηνῶν βασιλεύει χώρας. Θόας δὲ τότε τοπάρχης ὢν Σκυθίας εἰς καταδίωξιν Ἰφιγενείας διὰ τὸ ἄγαλμα Σκύθας πλείστους ἀπέστειλεν· ἐπεὶ δὲ εἰς Τρίκωμιν ἐλθόντες ἔμαθον ἀπο πλεῦσαι τοὺς διωκομένους, ἐκεῖ ἔμειναν, καὶ πόλιν τὴν λεγομένην Σκυθόπολιν οἰκοδομήσαντες οὐκέτι ὑπέστρεψαν. Αἰνείας παρὰ ∆ιομήδους ἐν Καλαβρίᾳ ξενωθείς, ἐπεὶ ἀπο φοιτᾶν ἔμελλεν, ᾐτεῖτο λαβεῖν τὸ Παλλάδιον παρ' αὐτοῦ. πρὸς 1.238 ὃν ἐκεῖνος "ἐξ οὗ" φησί "τὴν ἀρχὴν τοῦτο μετὰ Ὀδυσσέως τῆς Ἰλίου ἀφειλόμην, οὔτε ἐμοὶ οὔτε τῷ ὑπ' ἐμὲ στρατῷ θλίψεις ἐπέ λιπον ἕως ἄρτι καὶ συμφοραί. διὸ καὶ ἐπυθόμην τῆς Πυθίας περὶ αὐτοῦ, ἣ καὶ ἀνεῖλεν ἀποδοῦναι αὐτὸ τοῖς Τρωσί." ταῦτα ∆ιο μήδης εἰπών, καὶ θυσάμενος τῷ θεῷ, ἐκβαλὼν εὐθὺς τὸ Παλλά διον τῷ Αἰνείᾳ δωρεῖται. τοῦτο λαβὼν Αἰνείας πρὸς τὸν τότε τοπαρχοῦντα Ἰταλίας Λατῖνον ἐφορμᾷ, καὶ κατὰ τῶν Ῥουτύλων σὺν αὐτῷ ἐκστρατεύει. ἐν ᾧ πολέμῳ Λατῖνος ὁ Τηλέφου υἱὸς ἀναιρεῖται. Αἰνείας δὲ στρατὸν συναγηγερκὼς κατὰ τῶν Ῥουτύ λων πολεμεῖ, καὶ τούτους τρεψάμενος, τὴν θυγατέρα Λατίνου Ἀλβανίαν καὶ τὴν βασιλείαν λαβών, πόλιν κτίζει μεγάλην, Ἀλβανίαν καλέσας· ἐν αὐτῇ τὸ Παλλάδιον ἀπέθετο. καὶ αὐτὸς μετὰ Λατῖνον ιθʹ ἔτη βασιλεύσας τελευτᾷ. Μετ' αὐτὸν δὲ Ἀσκάνιος Ἰοῦλος, υἱὸς Αἰνείου ἀπὸ Κρεούσης Τρωάδος, τῆς πρώτης αὐτοῦ γυναικός, ἔτη λεʹ· ὃς καὶ τὴν Λαβινίαν κτίσας πόλιν, αὐτόσε τὸ βασίλειον καὶ τὸ Παλλάδιον ἀπὸ τῆς Ἀλβανίας εἰς τὴν Λαβινίαν μετέθηκε τὴν κτισθεῖσαν ὑπ' αὐτοῦ. Λαβινίας δὲ ἦρξεν Ἄλβας ὁ υἱὸς Ἀσκανίου ἔτη λεʹ· ὃς καὶ κτίζει τὴν πόλιν Σίλβαν, ἐξ οὗ καὶ οἱ βασιλεῖς Σίλβιοι ἐκαλοῦντο. οὗτος δὲ πάλιν ὁ Ἄλβας τὸ Παλλάδιον ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ πόλει Σίλβῃ ἐκ τῆς Λαβινίας μετήγαγε πόλεως. ἐντεῦθεν λοιπὸν ἐκεῖ βασιλεύουσι κατὰ διαδοχὴν οἱ Αἰνειάδαι ἔτη τλαʹ. Εὔανδρος δὲ καὶ Πάλας οἱ τοῦ Αἰνείου υἱοί, τὴν καλουμένην Βαλέντα ἐπαρ 1.239 χίαν ἰθύνοντες, οἶκον οἰκοδομοῦσι πάνυ μέγαν καὶ θαυμαστὸν καὶ τοιοῦτον, ἐξ ἐκείνου πάντα βασίλειον οἶκον παλάτιον ὀνομάζε σθαι. Ὅτι οἱ Ῥωμαῖοι εἰς τρία διαιροῦσι τὰς τοῦ μηνὸς ἡμέρας, εἰς καλάνδας, εἰς νόννας καὶ εἰς εἰδοῦς. καὶ αἱ μὲν καλάνδαι εἰσὶν ἀπὸ τῆς ἀρχῆς τοῦ μηνὸς μέχρι τῆς θʹ ἡμέρας, αἱ δὲ ἀπ' αὐτῆς νόνναι μέχρι τῆς ιεʹ ἡμέρας, εἰδοῖ δὲ αἱ μέχρι τῆς λʹ ἡμέ ρας καὶ τῆς ἀρχῆς τοῦ μηνός, ἥτις