87
καλεῖται ἔνη καὶ νέα παρὰ τῷ κωμικῷ Ἀριστοφάνῃ καὶ Ἡσιόδῳ καὶ τοῖς λοιποῖς. εἰδοῖ δὲ καλοῦνται αἱ μέχρι τῆς λʹ, ὅτι τηνικαῦτα ἀρχομένη τῆς ι ϛʹ εἰδοποιεῖ ται παντελῶς ἡ σελήνη, εἶτα φθίνει.
Μετὰ τὴν βασιλείαν τοῦ Ἀρδέως ἐβασίλευσαν Λυδῶν ἕτε ροι ηʹ ἕως Κροίσου τοῦ ὑπερηφάνου καὶ Κύρου βασιλέως Ἀσσυ ρίων. ἐβασίλευσε δὲ ὁ αὐτὸς Κροῖσος ἔτη ιεʹ. κατέσχεν οὖν ἡ βασιλεία Λυδῶν τὰ ὅλα ἔτη σλβʹ. Κροῖσος δὲ ὑπέταξε πάσας τὰς πλησίον αὐτοῦ βασιλείας, καὶ τὰ πόρρωθεν αὐτοῦ λαμβάνει. ἐμήνυσε δὲ καὶ Κύρῳ ἐᾶσαι τὴν βασιλείαν αὐτοῦ καὶ ἀναχωρῆσαι, ἢ δέξασθαι τὴν παρουσίαν τῆς βασιλείας αὐτοῦ πολεμοῦσαν. ὁ δὲ Κῦρος ἀντεῖπεν αὐτῷ διὰ τῶν πρεσβέων "τί γὰρ ἠδίκηται παρ' ἐμοῦ ὁ Κροῖσος, τοσαύτην γῆν ἀφεστηκὼς ἀπ' ἐμοῦ καὶ τῶν ἐμῶν βασιλείων;" καὶ ἀδημονῶν ἐβουλεύσατο φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν, δεδοικὼς τὴν εὐτυχίαν Κροίσου. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ αὐτοῦ οὕτως ἀθυμοῦντα καὶ ἐπερωτήσασα, καὶ μαθοῦσα παρ' αὐτοῦ τὸ πρᾶγμα, λέγει αὐτῷ ὡς ἐπὶ ∆αρείου τοῦ πρώτου μου 1.240 ἀνδρὸς ἦν τις ἀνὴρ Ἑβραῖος προφήτης, σοφίαν ἔχων θεοῦ, ὀνό ματι ∆ανιήλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχε ∆αρεῖος ὁ βασιλεύς, οὗ χωρὶς οὐδὲν ἔπραττεν ἐν τοῖς πολεμίοις· ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου πλούσιος ὢν καὶ γεγηρακὼς ἰδίαζεν εἰς τὴν Μαραβίτιδα χώραν. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεμψε πρὸς αὐτὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. ὁ δὲ Κροῖ σος βασιλεὺς Λυδῶν ἐπιλεξάμενός τινας τῶν οἰκείων αὐτοῦ, δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἄλλα δῶρα βασιλικά, ἀποστέλλει αὐτοὺς ἐν ∆ελφοῖς εἰς τὸ Ἀπόλλωνος μαντεῖον, εἰρηκὼς αὐτοῖς "ἀλλάξατε τὰ σχήματα, καὶ ἀνέλθετε εἰς τὸ μαντεῖον, καὶ ἐπίδοτε εὐτελῆ δῶρα τῷ ἱερεῖ, λέγοντες ὅτι Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερω τῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ τῆς ὁδοῦ μήκους ἐληθαργήσαμεν τί ἤλθομεν αἰτῆσαι ἢ ἐπερωτῆσαι. ἀλλ' εὖξαι, καὶ ἐπερώτησον τὸν θεὸν διὰ τί ἤλθομεν. καὶ εἰ μὲν εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ τὰ παρ' ἐμοῦ βασιλικὰ δῶρα, καὶ εἴπατε τῷ ἱερεῖ εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. οἱ δὲ ποιήσαντες οὕτως ἐπηρώτησαν τὸν ἱερέα· ὃς εὐξάμενος ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας "οἶδα ψαμμῶν ἀριθμὸν θαλάσσης τε μέτρα, οὐ λαλέοντος δ' ἀκούω καὶ κωφοῦ ξυνίημι. παίζειν δέ με πειρᾶ ται Κροῖσος βασιλεὺς καὶ οἱ τούτου Λυδοί." καὶ ἐξελθὼν ὁ ἱε ρεὺς εἶπεν αὐτοῖς "οὐκ ἔστε Αἰγύπτιοι ἀλλὰ Λυδοί, καὶ οὐκ ἐλη θαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἴπατε." καὶ ἐπέδωκεν αὐ 1.241 τοῖς τὸν χρησμὸν γράψας ἐν διπτύχῳ. οἱ δὲ ἐκπλαγέντες ἐπέδω καν καὶ τἆλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ ὅτι Κροῖ σος ὁ βασιλεὺς ἔπεμψεν ἡμᾶς, ἐπειδὴ πόλεμον ἔχει πρὸς Κῦρον τὸν βασιλέα Περσῶν, καὶ μάθε εἰ νικᾷ αὐτόν." εἰσελθὼν οὖν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε τὸν χρησμὸν τοῦτον "Κροῖσος ὁ βασιλεὺς Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει." καὶ γράψας τὸν χρησμὸν τοῦτον ἐν διπτύχῳ ἀπέλυσε πρὸς Κροῖσον. ὁ δὲ προφήτης ∆ανιὴλ ἦλθε πρὸς τὸν βασιλέα Κῦρον, καὶ λέγει αὐτῷ Κῦρος "εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν." ὁ δὲ ∆ανιὴλ ἀνεβάλλετο τοῦ εἰπεῖν. καὶ ἀγανακτήσας κατ' αὐτοῦ Κῦρος ἔβαλεν αὐτὸν καὶ οὗτος εἰς τὸν λάκκον τῶν λεόντων, καὶ μή τι πεπονθότα ὑπ' αὐτῶν ἀνήγαγεν αὐτόν. καὶ προσέπεσεν αὐτῷ ὁ Κῦρος λέγων "ἥμαρτον εἰς σέ, ἀλλ' εὖξαι τῷ θεῷ καὶ εἰπέ μοι εἰ δύναμαι πολεμῆσαι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐ κορέννυται." καὶ ὁ ∆ανιὴλ εὐξάμενος εἶπεν αὐτῷ "καὶ νικᾷς τὸν Κροῖσον καὶ λαμβά νεις αὐτὸν αἰχμάλωτον· περὶ σοῦ γὰρ εἶπεν ὁ θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα, διὰ τοῦ προφήτου Ἠσαΐου· οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασι λέων διαρρήξω· ἀνοίξω ἔμπροσθεν αὐτῷ, πορεύσομαι καὶ ὁμα λιῶ, καὶ θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συν θλάσω, καὶ θησαυροὺς ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ 1.242 κύριος ὁ θεός.