88
ἐγὼ ἐγερῶ αὐτὸν μετὰ δικαιοσύνης· πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμα λωσίαν τοῦ λαοῦ μου ἀποστρέψει, οὐ μετὰ λύτρων, οὐ μετὰ δώ ρων. εἶπε κύριος Σαβαώθ." ὁ δὲ βασιλεὺς Κῦρος ἀκούσας ἔπεσεν εἰς τοὺς πόδας τοῦ ∆ανιήλ, λέγων "ζῇ κύριος ὁ θεός σου, ἐγὼ ἀπολύσω ἐκ τῆς γῆς μου τὸν Ἰσραήλ, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱεροσολύμοις." καὶ ὁπλισάμενος παρετάξατο τῷ Κροίσῳ. ὁ δὲ Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρισιν ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς, καὶ παρελθὼν τὸν Ἅλυν ποταμὸν τῆς Καππαδοκίας συνέκρουσε τῷ Κύρῳ, χειμῶνος ὄντος πολλοῦ. καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν, πλημμυρήσαντος δὲ τοῦ ποταμοῦ οὐκ ἠδυνήθη καὶ ἐλήφθη αἰχμάλωτος. καὶ ἀπώλετο τὰ πλήθη αὐτοῦ, χιλιάδες τετρακόσιαι. τοὺς δὲ ὑπολειφθέντας ἅμα τῷ Κροίσῳ ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος. καὶ στήσας αὐτὸν ἐν ξυ λίνῳ τρίποδι, ἐν ὕψει δεδεμένον, ἐθριάμβευσεν αὐτὸν καὶ κατή γαγεν ἐν Περσίδι. ὁ αὐτὸς Κῦρος ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ ἀπέλυσε πάντας ἐπὶ τὰ Ἱεροσόλυμα μετὰ Ζοροβάβελ, καθὼς προϊὼν ὁ λόγος δηλώσει. οὐκ ἠθέλησαν δὲ ἐξελθεῖν οἱ Ἰουδαῖοι πάντες μετὰ Ζοροβάβελ, εἰ μὴ σκῆπτρα δύο ἥμισυ μό νον, ὡσεὶ χιλιάδες πεντήκοντα. ἔμειναν δὲ εἰς τὰ Περσικὰ ἰδίᾳ προαιρέσει σκῆπτρα ἐννέα ἥμισυ, φοβηθέντες τὰ ἔθνη τὰ πέριξ τῆς Ἰουδαϊκῆς χώρας. ἀπέλυσε δὲ αὐτοὺς τοῦ ∆ανιὴλ αἰτησα μένου. Μετὰ δὲ τὸ ἀπολέσθαι τὴν βασιλείαν Λυδῶν οἱ Σάμιοι 1.243 θαλασσοκρατοῦντες ἐβασίλευσαν τῶν μερῶν ἐκείνων. καὶ ἀκούσας μετὰ χρόνον ὁ Κῦρος ἐπεστράτευσε κατ' αὐτῶν. καὶ συμβαλὼν αὐτοῖς ναυμαχίᾳ ἡττήθη καὶ ἔφυγε, καὶ ἐλθὼν εἰς τὴν χώραν αὐ τοῦ ἐσφάγη. περὶ οὗ πολέμου Κύρου καὶ Σαμίων Πυθαγόρας ὁ Σάμιος συνεγράψατο· ὃς καὶ εἶπεν αὐτὸν ἐκεῖ τεθνάναι εἰς τὸν πόλεμον. Μετὰ δὲ τὴν βασιλείαν Κύρου ὁ υἱὸς αὐτοῦ ∆αρεῖος ὁ καὶ Καμβύσης καὶ οἱ λοιποὶ ἐβασίλευσαν Ἀσσυρίων. ἐπὶ τῶν χρόνων οὖν τῆς βασιλείας τοῦ τοιούτου ∆αρείου ἐφιλοσόφει παρ' Ἕλλη σιν Ἀναξίμανδρος, ὃς καὶ τὰς ἰσημερίας καὶ τὰς τροπὰς ἐξέθετο. ἀλλὰ καὶ Πυθαγόρας τὴν ἀριθμητικὴν συνεγράψατο, καὶ δόγμα παρεισήγαγεν Ἕλλησιν ἀσωμάτους εἶναι ἀρχάς. ἐν δὲ τῇ βασιλείᾳ ∆αρείου υἱοῦ Κύρου πόλεμος ἐκινήθη ἀπὸ τῶν Αἰθιόπων κατ' αὐτοῦ, οἵτινες κακῶς αὐτὸν ἔφερον. ὅπερ γνόντες οἱ ἐν τῇ Μη διανῇ χώρᾳ κατοικοῦντες Ἰουδαῖοι ἀφέντες κατέλαβον τὴν Ἱερουσαλήμ· ἦν δὲ πλῆθος πολὺ τῶν Ἰουδαίων. καὶ μαθὼν τοῦτο ∆αρεῖος ὁ Κύρου ἀπέστειλε στρατηγὸν αὐτοῦ, ὀνόματι Ὁλοφέρνην, μετὰ δυνάμεως πολλῆς εἰς τὰ Ἱεροσόλυμα κατὰ Ἰουδαίων· καὶ ἐπολιόρκει τὴν Ἱερουσαλήμ. καὶ συνέβη τι φοβερὸν τότε γενέσθαι. Ἰουδὶθ γὰρ Ἑβραία ἐμηχανήσατο κατὰ τοῦ Πέρσου Ὁλοφέρνουπροσποιητῶς ὡς τὸ ἔθνος τῶν Ἰουδαίων θέλουσα προδοῦναι· ἥτις καὶ παρεγένετο κρυπτομένη πρὸς Ὁλοφέρνην, ὃς ἑωρακὼς τὴν εὐ μορφίαν αὐτῆς εἰς ἔρωτα ἔπεσεν αὐτῆς. ἡ δὲ λέγει αὐτῷ "μηδένα ἐάσῃς ἐνταῦθα ἔγγιστά σου εἶναι δι' ἐμέ· ἐπέρχονται γάρ μοι, 1.244 πορνεῦσαί με βουλόμενοι." καὶ πεισθεὶς μόνος διῆγε μετ' αὐτῆς. τρεῖς δ' ἐκεῖ αὕτη προσκαρτερήσασα ἡμέρας, ὡς καθεύδει, ἰσχύ σασα τὴν κεφαλὴν αὐτοῦ ἀφείλετο, καὶ νυκτὸς κατὰ τὸ εἰωθός, δι' οὗ ἀπήρχετο πρὸς αὐτὸν παραπυλίου, εἰς τὰ Ἱεροσόλυμα εἰσ ελθοῦσα τὴν κεφαλὴν αὐτοῦ ἀπήγαγε· πλησίον γὰρ τοῦ τείχους δι' αὐτὴν τὸν παπυλεῶνα αὐτοῦ ἔστησε. λαβόντες οὖν οἱ Ἰου δαῖοι παρ' αὐτῆς τὴν κεφαλὴν τοῦ Ὁλοφέρνου εἰς κοντὸν ἄνω τοῦ τείχους ἔπηξαν, ἐπιδεικνύντες αὐτὴν τῷ στρατῷ αὐτοῦ. πρωΐας δὲ γενομένης ἑωρακότες τὴν κεφαλὴν Ὁλοφέρνου κοντευθεῖσαν ἔφυ γον ἅπαντες, καὶ διελύθη ὁ πόλεμος, καὶ ἔλαβον τὴν νίκην οἱ Ἰουδαῖοι κατὰ τῶν Περσῶν. Μετὰ δὲ ∆αρεῖον ἐβασίλευσεν Ἀσσυρίων Ἀρταξέρξης. καὶ Νεεμίας Ἰουδαῖος ἐκ τοῦ σπέρματος ∆αβίδ, ὃς παρρησίαν ἔχων πρὸς αὐτόν (ἠγάπα γὰρ αὐτόν, ὅτι καὶ ἀρχὴν εὐνούχων οὗτος ἐποίησεν), ἐδυσώπησεν αὐτόν· καὶ λαβὼν χρήματα πολλὰ ἔπεισεν αὐτὸν ἀπελθεῖν καὶ κτίσαι τὴν Ἱερουσαλὴμ πορθηθεῖσαν· πρώτη γὰρ αὕτη τῆς Ἱερουσαλὴμ ἅλωσις